Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.244
Not analysed yet
εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται· καὶ ἰδοὺ θλίψις καὶ ἡ στενοχωρία, καὶ σκότος, ἀπορία στενὴ, καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Μετατίθησι τὸν λόγον ἐπὶ τὸ ἀπειθῆσαν ἔθνος, τοῦτ' ἔστι, τὸν Ἰσραὴλ, οἳ καὶ πλατεῖαν ἔχοντες καὶ ἀμφιλαφῆ τὴν ἐκ Θεοῦ παράκλησιν, καὶ ταῖς νομικαῖς εἰσηγήσεσιν ἐντρυφῶντες πλουσίως, εἴς γε τὸ εἰδέναι τὸ τελοῦν εἰς ὄνησιν οὐ προσήκαντο τὸν Χριστόν. Ταύτῃ τοι καὶ ὠλισθήκασι τῆς πρὸς αὐτὸν οἰκειότητος νοητῆς δηλονότι καὶ πνευματικῆς, καὶ οἷον λιμῷ διολώλασιν. Ἔφη γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφητῶν. «Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τῆς γῆς, λέγει Κύριος· Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Ὅταν τοίνυν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντες, σκληρὸν καὶ δύσοιστον ὑπομένητε λιμὸν, τὸν τοῦ Θεοῦ λόγον οὐκ ἔχοντες, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τότε πεινήσετε. Καὶ δὴ καὶ εἰς αἴσθησιν τοῦ συμβεβηκότος ἐνηνεγμένοι, κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς δὴ λέγω καὶ Φαρισαίους, παροτρύνοντες οὐ διαλελοίπασι, κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν ὑπὸ χεῖρα πληθύν. Καὶ πρόφασιν τῆς κατ' αὐτοῦ μανίας ἐδέχοντο, τὴν εἰς Μωσέα τε καὶ νόμον αἰδῶ. Ἐδίωκον γὰρ λέγοντες· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον» Οὐκοῦν ὡς παρανομοῦντα διώκειν ἂν ἔπειθον. Ὅταν τοίνυν φησίν· Ὑμεῖς οἱ παρ' ἐκείνων ἠπατημένοι πεινήσετε, τότε κακῶς ἐρεῖτε πάντα ὑμῶν ἄρχοντα καὶ τὰ πάτρια, τοῦτ' ἔστι, τὰ ἔθη τὰ νόμιμα. Ἀναμνησθήσεσθε γὰρ ὅτι παρώτρυνον ὑμᾶς οἱ ἡγούμενοι· καὶ τῶν ἀρχόντων ἡ πρόφασις ἦν τῆς κατὰ Χριστοῦ μανίας τὰ πάτρια· τοῦτ' ἔστι, τὰ ἔθη καὶ αἱ παραδόσεις, καὶ οὐχὶ δὴ πάντως αἱ διὰ νόμου, ἀλλὰ καὶ τὰ ἐξ εἰκαίων ἐπιτηρήσεων ἐδέχοντο διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἔσται τοίνυν ἐφ' ὑμᾶς σκληρὰ λιμὸς, ἄνω τε καὶ κάτω περιβλεπόμενοι καὶ πανταχόσε βλέποντες, ἤτοι τὸν τῆς διανοίας ὀφθαλμὸν περιφέροντες, ἕτερον οὐδὲν ὄψεσθε, φησὶν, εἰ μὴ ἀπορίαν στενὴν καὶ σκότος, ὥστε μηδὲν δύνασθαί τι τῶν χρησίμων βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Προαγορεύει πάλιν τὴν τῶν ἐθνῶν κλῆσιν. Οἱ γὰρ νῦν ὄντες, φησὶν, ἐν στενοχωρίᾳ καὶ λιμῷ τῶν θείων μαθημάτων πεπιεσμένοι, οὐκ ἀπορηθήσονται. Χαριεῖται γὰρ αὐτοῖς τὴν εὐλογίαν ὁ Ἐμμανουὴλ, καὶ παραθήσει τροφὰς τὰς πνευματικὰς, καὶ τὴν θείαν αὐτοῖς ἁπλώσει τράπεζαν. ἐκεῖνο λέγων· Φάγετε καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον. Ἔσται δὲ τοῦτο, φησὶν, ἕως καιροῦ, τοῦτ' ἔστιν, οὐ νῦν εἰς πέρας οἰχήσεται. Ὅτε καὶ ὁ τῆς προφητείας περὶ αὐτῶν γέγονε λόγος. Ἀλλ' ἐν καιρῷ τῷ δέοντι καθ' ὃν ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Ἐμμανουήλ. Τότε γὰρ