Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.245
Not analysed yet
κέκληται τῶν ἐθνῶν ἡ πληθύς. Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Οἱ κατοικοῦντες ἐν χώρα καὶ ἐν σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου· καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. Σκληρᾷ τε λιμῷ καὶ μέντοι καὶ ἀπορίᾳ καταπιεσθήσεσθαι λέγων τοὺς ἀπειθεῖν ᾑρημένους τῷ Ἐμμανουὴλ, οὐκ ἀπορηθήσεσθαι τοὺς ἐν στενοχωρίᾳ προειρηκὼς ἕως καιροῦ, κατά γε τὴν ἤδη προαποδοθεῖσαν διάνοιαν. Ἄρχεται δηλοῦν καὶ τίνες οἱ πρῶτοι πιστεύσαντες, καὶ ἀπαρχὴ γεγονότες τῶν κεκλημένων εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ τοῦ λέγοντος· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, ὃς καὶ γέγονεν εἰς σημεῖά τε καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιών. Φασὶ γάρ που καὶ ὅρια Ζαβουλὼν καὶ Νεφθαλεὶμ τῇ Τιβεριάδι παρακεῖσθαι λίμνῃ, καὶ ἐν ἐσχατιαῖς εἶναι τῆς Ἰουδαίων χώρας, ὡς ὅμορον ὑπάρχειν τῇ τῶν ἐθνῶν Γαλιλαίᾳ, ἑτέρας οὔσης τῆς πρὸς τῇ Φοινίκων χώρᾳ. Ἐκ τούτων φασὶ μάλιστα τῶν φυλῶν τοὺς ἁγίους ἀποστόλους γενέσθαι κατὰ τὸ πλεῖστον. Καὶ γοῦν τὰ περὶ τῆς κλήσεως αὐτῶν, Ματθαῖος ἡμῖν ὁ μακάριος εὐαγγελιστὴς ἐξηγούμενος, πρῶτον μὲν ἀποκομίζει τὸν Ἰησοῦν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. Εἶτα τίνα τρόπον ἀπολέκτους ἐποιήσατο τοὺς ἁγίους ἀποστόλους, προσεπάγει σαφῶς. Γράφει δὲ οὕτω περὶ Χριστοῦ· «Καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλάττιον ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου λέγοντος· Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ ὁδὸς θαλάσσης πέραν Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς καθήμενος ἐν σκότει φῶς ἴδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.» Προσεπάγει δὲ τούτοις· «Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἴδε δύο ἀδελφοὺς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.» Ἰστέον δὲ ὅτι τὴν θάλασσαν τῆς Γαλιλαίας τὴν Τιβεριάδα λίμνην τὸ Γράμμα φησὶ τὸ ἱερόν· ἔνθα καὶ ηὕρηνται τὴν τῶν ἁλιέων μετιόν-