Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.257
Not analysed yet
ἐστιν ἡ ἀνάστασις, καὶ ἡ ζωὴ, τίνος ἂν ἐδεήθη πρὸς ζωοποίησιν ἡ ζωή; Καὶ εἰ τὰ τῶν ἑτέρων ἐγηγερκὼς ὁρᾶται σώματα δυνάμει πάλιν ἰδίᾳ, πῶς ἂν οὐκ ἀνέστησε καὶ πρό γε τῶν ἄλλων τὸ ἴδιον; Καίτοι, φησὶ, πρὸς Ἰουδαίους αὐτός· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ὅτι γὰρ ἀκλόνητος ἡ βασιλεία τοῦ Χριστοῦ καὶ τὸ ἐρηρεισμένον ἔχουσα διὰ παντὸς διδάσκει, λέγων· «Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον.» Ἦρξε γὰρ οὐκέτι μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ' οὐρανόν. Καὶ τέλος οὐκ ἔσται τῆς παρ' ἡμῶν προσφερομένης αὐτῷ εἰρήνης. Εἰρηνεύομεν γὰρ πρὸς αὐτὸν, αὐτῷ προσκυνοῦμεν, ὡς ἔφην, καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν τοῦ πολέμου πρόξενον ἁμαρτίαν ἐκ μέσου ποιεῖν, σπουδάζοντες. Ὅτι δὲ ἀφίκετο τὸ τῶν Ἰουδαίων ἐλευθερώσων ἔθνος, διδάσκει προτιθείς· «Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν· καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.» Ἐπειδὴ δὲ ἀποχρώντως ἡμῖν τὸν περί γε τοῦ Ἐμμανουὴλ ἐποιήσατο λόγον ὁ μακάριος προφήτης τῆς ἐνανθρωπήσεως τὸν καιρὸν ἀποδίδωσι, λέγων· «Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.» Ποῖος δὲ ζῆλος καὶ ἐπὶ τίσιν ἀναγκαῖον εἰπεῖν. Ὁ μὲν γὰρ Δράκων ὁ ἀποστάτης ἥρπασε τὴν ὑπ' οὐρανὸν, καὶ τοῖς ἰδίοις ὑπέθηκε σκήπτροις τὸν κατ' εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον. Ἦν οὖν ἄρα ζήλου παντὸς ἄξιον ἀληθῶς, καὶ πλεονεξίας ἁπάσης ἀνάμεστον τὸ καθ' ἡμῶν γεγονὸς, ἠλευθέρωσε τοίνυν ὁ ζῆλος Κυρίου Σαβαὼθ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Καὶ καθ' ἕτερον δὲ τρόπον, παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραὴλ ἐπ' οὐ θεοῖς καθὰ γέγραπται, καὶ ἐν τοῖς ματαίοις αὐτῶν, καὶ τελευτῶντες ἐσταύρωσαν τὸν Ἐμμανουήλ. Παρεζηλώθησαν ἐν τοῖς ἔθνεσι, καθά φησιν αὐτός· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς. Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. ΛΟΓΟΣ ϛʹ. Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραὴλ, καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Μακρὸς μὲν γέγονε τῷ προφήτῃ λόγος ὁ περί γε τοῦ Ἐμμανουὴλ, ὃν διαπεράνας εὐπαλῶς, πάλιν ἐπάνεισιν ἐπὶ τὰ ἐν ἀρχαῖς· ἦσαν δὲ ταυτί· Ἐπῃτιᾶτο γὰρ λίαν τὸν Ἰσραὴλ, ὡς ἀπειθοῦντά τε καὶ παροτρύνοντα τὸν ἀεὶ σεσωκότα Θεὸν, ταύτης τε ἕνεκα τῆς αἰτίας, τοῖς ἐσχάτοις ἑαυτὸν ἐνιέντα κακοῖς· ἔφασκε γὰρ ὅτι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ· ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Ὄρη δέ φησι τὰ παρωξυμμένα τοὺς τῶν Ἀσσυρίων βασι-