Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.260
Not analysed yet
λέας· ὑπέροπτοι γὰρ καὶ ἀλαζόνες, καὶ ὑψηλοὶ τὰς φρένας γεγόνασιν. Οἳ καὶ πᾶσαν ἐκ βάθρων κατασείσαντες τὴν Σαμαρείαν, εἷλον αἰχμάλωτον τὸν Ἰσραὴλ, καὶ ἀπεκόμισαν εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Διαπεράνας τοίνυν, ὡς ἔφην, τὴν ἀνάῤῥησιν τοῦ Ἐμμανουὴλ, ἕπεται δὴ πάλιν τῷ ἐν ἀρχαῖς προτεθέντι σκοπῷ, καὶ τῆς Σαμαρείας τὴν δῄωσιν ἀφηγεῖται λέγων· «Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπ' Ἰσραήλ.» Ἰστέον δὲ ὅτι καὶ ἡ τῶν Ἑβραίων ἔκδοσις, καὶ ἕτεροι δὲ τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ θανάτου τεθείκασι λόγον. «Λόγον» γὰρ, φησὶν, «ἀπέστειλεν ὁ Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.» Λόγον δὲ ὁποῖον; Καταδικάζοντα δηλονότι τῶν ἠσεβηκότων, καὶ ὑποτιθέντα ποιναῖς τοὺς αὐτὸν μὲν καταλελοιπότας, προσκεκυνηκότας τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Εἰτοῦν λέγοιτο, Θάνατον ἀπέστειλε ὁ Θεὸς, εἰτοῦν Ἀρὰν ἢ λόγον, οὐκ ἀσύμβατος ἔσται τῶν ἐννοιῶν ἡ δύναμις, βαδιεῖται δὲ μᾶλλον εἰς ἕνα τε καὶ τὸν αὐτὸν σκοπόν. Διαμέμνηταί γε μὴν ἱστορίας ἐν τούτοις, ἣν ἐρῶ διὰ βραχέων. Ἔσται γὰρ οὕτω καὶ μόλις καταφανὲς τὸ δηλούμενον. Βεβασιλεύκασι τοίνυν κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, ἤτοι τὸν Ἰακὼβ, ἄνδρες ἀγαθοί τε καὶ πονηροί· οὐδὲν δὲ ἧττον καὶ ἐπὶ τὸν Ἰσραὴλ οἱ ἐκ φυλῆς Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ. Ἦν γὰρ ἐκ φυλῆς Ἐφραῒμ καὶ ὁ πρῶτος αὐτῶν βεβασιλευκὼς Ἱεροβοὰμ ὁ τοῦ Νάβατ, ὃς καὶ ταῖς δαμάλεσιν αὐτοῦ ταῖς χρυσαῖς ἀνέπεισε προσκυνεῖν. Τῶν τοίνυν κατὰ καιροὺς βεβασιλευκότων ἔν τε τοῖς Ἱεροσολύμοις καὶ ἐν τῇ Σαμαρείᾳ πλεῖστοι γεγόνασιν, ὡς ἔφην, Θεῷ προσκρούοντες ἀδεῶς, βέβηλοί τε καὶ εἰδωλολάτραι, προσκυνοῦντες τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ξύλοις τε καὶ λίθοις ἀνοσίως λελατρευκότες· ὁποῖός τις ἦν καὶ οὗτος ὁ Ἄχαζ, ὃς καὶ τὰ ἴδια τέκνα διήγαγε διὰ πυρὸς, πλεῖστά τε ὅσα κατὰ τὴν Ἱερουσαλὴμ εἰργάσατο κακὰ, παρανενόμηκε δὲ καὶ εἰς αὐτὸν τὸν θεῖον νεών. Ἐπειδὴ δὲ γέγονεν ἐκ μέσου θανάτῳ κατειλημμένος, διαδέχεται τὸ σκῆπτρον Ἐζεχίας, βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν Ὠσηὲ υἱοῦ Ἠλά. Οὗ διέποντος τὴν βασιλείαν κατεστράτευσε τῆς Σαμαρείας ὁ τῶν Ἀσσυρίων βασιλεύς. Συνεξεῖλε δὲ αὐτῇ καὶ πολλὰς ἑτέρας τῆς Ἰουδαίας πόλεις. Εἶτα μετὰ τοῦτο τοῦ Σενναχειρεὶμ κατατρέχοντος τὴν Ἰουδαίαν σέσωκε Θεὸς παραδόξως τὴν Ἱερουσαλὴμ εὐσεβοῦς ὄντος Ἐζεχίου. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἕβδομος τῷ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ, ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει αὐτήν. Καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν, ἐν ἔτει ἕκτῳ τῷ Ἐζεχίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ἔννατος τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. Καὶ συνελήφθη Σαμάρεια, καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβιὼρ ποταμῷ Γωζᾶν, καὶ εἰς τὰ ὄρη Μήδων· ἀνθ' ὦν, ὅτι οὐκ ἤκουσαν φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν,