Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.261
Not analysed yet
καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐν ἐτείλατο Μωσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν, καὶ οὐκ ἐποίησαν. Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλέως Ἐζεχίου, ἀνέβη Σενναχειρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ συνέλαβεν αὐτάς. Καὶ ταυτὶ μὲν ἐκ τῶν ἱερῶν Γραμμάτων. Ὅτι δὲ πεπόρθηκε τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ, ἀναβαίνων κατὰ τῶν Ἱεροσολύμων, ἐξ ὧν αὐτὸς γέγραφεν ὁ μακάριος Ἡσαΐας ὁ προφήτης ἀκονητὶ διοψόμεθα. Προσπεφώνηκε γὰρ οὕτως Ῥαψάκης τοῖς καθημένοις ἐν τῷ τείχει· Μὴ ὑμᾶς ἀπατάτω Ἐζεχίας, λέγων· Ὁ Θεὸς ὑμῶν ῥύσεται ὑμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἔστιν ὁ θεὸς Ὀμάθα, καὶ Ἀρφάθ; καὶ ποῦ ἔστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο σῶσαι Σαμάρειαν ἐκ χειρός μου; Προανῄρηκε τοίνυν τὴν Σαμάρειαν ὁ Σενναχειρεὶμ ταῖς ἄλλαις ὁμοῦ πόλεσί τε καὶ χώραις· εἶτα πεπολιόρκηκε τὴν Ἱερουσαλήμ. Ἐπειδὴ γὰρ τῆς θείας κατεφλυάρησε δόξης, ἐξῆλθεν ἄγγελος παρὰ Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας. Οὐκοῦν ἐπειδήπερ ἀφίκετο μὲν κατὰ τῶν Ἱεροσολύμων ὁ Σενναχειρεὶμ, προανεῖλε δὲ τὴν Σαμάρειαν Θεοῦ παραδόντος αὐτὴν, διάτοι τὸ δρᾷν ἑλέσθαι τὰ χείρω τῶν ἐν τοῖς Ἱεροσολύμοις, ἀναγκαίως φησί· «Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.» Ἀλλ' ἐμπέπρησται μὲν ἡ Σαμάρεια ἐν ᾗ κατῴκησεν ὁ Ἰσραὴλ, τοῦτ' ἔστιν, αἱ δέκα φυλαὶ, καὶ ἀπόλωλεν ὁλοτελῶς. Ἦν δὲ οἶμαι σοφὸν ἐννοῆσαι λοιπὸν τοὺς περιληφθέντας ἐν αὐτῇ, ὅτι τὸ προσκρούειν Θεῷ παγχάλεπον ἀληθῶς· εἶτα τοῦτο διεγνωκότας ἐκμειλίσσεσθαι τὸν λελυπημένον χρῆναι δήπου πάντως, καὶ ταῖς εἰς τὸ ἄμεινον μεταβολαῖς καταμαλθάσσειν παρωτρυμμένον. Οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, οὐδὲ εἰς νοῦν ἐδέχοντό ποθεν· ἀπονοούμενοι δὲ καὶ ἔτι μειζόνως ἔφασκον· «Πλίνθοι πεπτώκασιν, ἀλλὰ λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.» Ὦ πολλῆς ἀμαθίας. Πῶς γὰρ οὐκ ἔδει μᾶλλον εἰπεῖν· Προσκεκρούκαμεν ἐξ ἀβουλίας τῷ πάντα ἰσχύοντι Θεῷ; Ἥλωσάν τε ταύτης ἕνεκα τῆς αἰτίας, αἱ παρ' ἡμῖν πόλεις τε καὶ κῶμαι. Δεῦτε, ταῖς μεταγνώσεσιν ἀποφορτισώμεθα τὴν ὀργήν. Οἱ δὲ ταυτὶ μὲν οὐκ ἔφασκον· περιυβρίζοντες δὲ μᾶλλον τῆς ἐπικουρίας τῆς παρὰ Θεοῦ τὴν ἀσφάλειαν ἔφασκον ὅτι τὰ τῶν πόλεων τείχη τῶν κατὰ τὴν Σαμάρειαν πεποίηντο μὲν ἐκ πλίνθου σαθρᾶς. Ἐὰν δὲ λίθους λαξεύσωμεν, καὶ τὰ ἄσηπτα τῶν ξύλων, συκαμίνους δὲ φημὶ, καὶ κέδρους ἁρμόσωμεν αὐτοῖς καὶ ἀναστήσωμεν πύργον, ἀνάλωτοί τε ἐσόμεθα τοῖς ἐχθροῖς, καὶ ἀπόρθητοι μενοῦμεν. Οἱ τοίνυν ταῦτα, φησὶν, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες, γνώσονται, τοῦτ' ἔστι, μαθήσονται πάλιν, ὅποι ποτὲ βαδιεῖται τὸ σκέμμα αὐτοῖς, καὶ ὅτι πάλιν ἐκτελευτήσει πρὸς ὄλεθρον ἡ βουλὴ αὐτοῖς. Ἰστέον δὲ ὅτι μετὰ τὴν πόρθησιν τοῦ Σενναχειρεὶμ ἐν καιροῖς Ἱερεμίου, πεπολέμηκε τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλέ τε πᾶσαν κατὰ κράτος.