Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.273
Not analysed yet
πέπαυται τὰ ἐν νόμῳ, μετεφοίτησεν ἡ σκιὰ πρὸς ἀλήθειαν, εἰσκεκόμισται δὲ ἡ ἐν πνεύματί τε καὶ ἀληθὴς λατρεία. Οὐκ οὖν εὐφραίνεται Θεὸς ἐπὶ τοῖς τῶν Ἰουδαίων νεανίσκοις, τοῦτ' ἔστι, τοῖς ἀνδριζομένοις ἔτι, διά γε τοῦ ζῇν ἑλέσθαι νομίμως. Ἀπαράδεκτοι δὲ αἱ δι' αἱμάτων θυσίαι, καὶ σαρκὸς περιτομὴ, βαπτισμῶν διδαχαὶ, καὶ Σαββάτων ἀργεῖαι. Δεδιδάγμεθα δὲ, ὡς ἔφην, τῆς ἁνδανούσης Θεῷ πολιτείας τὴν ὁδόν. Ἀπόβλητοι δὴ οὖν καὶ μάλα εἰκότως μετὰ τὴν κατάληξιν τῆς σκιᾶς οἱ κατ' αὐτὴν νεανίσκοι· καὶ τοῦ κατοικτείρεσθαι μακρὰν ὀρφανοί τε καὶ χῆραι. Ὀρφανοὺς δέ φησι, τοὺς οἷον ἀναστροφῆς δεομένους τῆς πνευματικῆς, καὶ παιδαγωγίας τῆς ἐκ διδασκάλων. Χήρας τε ὁμοίως, ψυχὰς εἶναί φαμεν τὰς τοῦ δύνασθαι καρποφορεῖν ἐν ἐνδείᾳ γεγενημένας διά τε τὸ μὴ ἔχειν τὸν ἁπάντων αὐταῖς τῶν ἀγαθῶν μαθημάτων σπορέα τε καὶ χορηγόν. Ὅτι δὲ παιδεύσεως ἀληθοῦς ἠμοιρηκότας εὐρήσομεν τοὺς ἐξ Ἰσραὴλ, διά γε τὴν εἰς Χριστὸν παροινίαν, ἐπαινέσειεν ἂν οὐδείς. Ἐσκοτίσθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ συνεκάμφθη τὰ νῶτα αὐτῶν. Καὶ τοῦτο διὰ παντὸς ὡς μὴ δύνασθαι τὰ ἄνω βλέπειν, ἀλλ' οἱονεὶ κεκυφότας, τοῖς γηΐνοις ἐνερηρεῖσθαι πράγμασι. Πείσονται δὲ τοῦτο, φησὶν, οὐ μάτην· ἀλλ' ὅτι πάντες ἄνομοι γεγόνασι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄνομα. Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ νόμου λέγοντος σαφῶς· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;» Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ, «Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· διὰ θυμὸν ὀργῆς Κυρίου, συγκέκαυσται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κεκαυμένος, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλ' ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἅνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ· ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἀκμαζούσης ἔτι τῆς θείας ὀργῆς, ἐπηρτημένης δὲ καὶ αὐτῆς τῆς χειρὸς τῆς ἐπαγούσης τὴν μάστιγα καὶ τὰς αἰκίας αὐτοῖς, ἕκαστα σαφῶς τῶν συμβησομένων προαναγορεύειν πειρᾶται, σωφρονεστέρους τοῖς δείμασι τοὺς ἀκροωμένους ἀποτελῶν. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας προαναῤῥήσεις τῶν δεινῶν ἐποιεῖτο Θεὸς, ἵνα δεδιότες τὸ προσκρούειν αὐτῷ, μὴ τοῖς ἐξ ὀργῆς ὑπενεχθεῖεν κακοῖς, ἔξω δὲ μᾶλλον ἀποφέροιντο τῶν δεινῶν. Καυθήσεσθαι τοίνυν τὴν ἀνομίαν ὡς πῦρ. Ἀνομίαν δέ φησιν οὐκ αὐτό που