Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.276
Not analysed yet
τὸ πρᾶγμα· τοῦτο γὰρ εὔηθες ἢ νοεῖν ἢ λέγειν· ἀλλὰ τοὺς ταῖς ἀνομίαις κατηχθησμένους, ἥκοντάς τε ἤδη πρὸς τοῦτο σκαιότητος τρόπων, ὡς μηκέτι μὲν ἀνόμους, ἀνομίαν δὲ μᾶλλον ὀνομάζεσθαι δεῖν. Οὗτοι τοιγαροῦν ὡς πῦρ καυθήσονται, φησὶ, τοῦτ' ἔστιν, αὐτοὶ καθ' ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερός τις ἐποίσει τὴν φλόγα αὐτοῖς, ἀλλ' ἀρκέσουσιν ἀλλήλοις εἰς τοῦτο αὐτοί. Καυθήσονται δὲ ὡς ἄγρωστις ξηρὰ, καὶ ὡς δάση δρυμῶν. Μαίνονται γὰρ ἀεί πως αἱ φλόγες, εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον· ἄγρωστιν δέ φημι τὴν ξηρὰν, καὶ τὰ ἐν δρυμοῖς ξύλα. Οἶμαι δὲ ἔγωγε τὸν προφητικὸν ἡμῖν λόγον ἐκεῖνα βούλεσθαι δηλοῦν ἐν τούτοις· Οὐεσπασιανοῦ γὰρ καὶ Τίτου, καθάπερ ἤδη προεῖπον, καταδῃούντων τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτῇ πολιορκούντων πόλεις, πλεῖστος ἦν ὁ ἐν ἑκάστῳ θόρυβος. Τοῦτο μὲν λιμοῦ κατατήκοντος, τοῦτο δὲ τῶν ἐν ἑκάστῃ στασιαστῶν οἴκους τε διαρπαζόντων, ἐπιφυομένων δὲ τοῖς δοκοῦσιν εἶναι διαφανεστέροις, ὡς γενέσθαι φορτικώτερον τὸν ἔξωθεν μάχης τὰ ἐκ τῶν ἐνοικούντων τολμήματα. Ταῦτα δὲ σαφῶς Ἰώσηπος ἱστορεῖ, Οὐκοῦν καυθήσεσθαί φησιν ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, ἄγρωστιν οἶμαι ξηρὰν, καὶ δάση δρυμοῦ τὴν ἀγελαίαν πληθὺν ὀνομάζων. Ἐμερίζοντο γὰρ κατ' ἀλλήλων εἰς διχονοίας καὶ στάσεις οἱ δῆμοι. Ὅτι δὲ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ κακὸν, προσαποφαίνει λέγων· Καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· βουνοὺς οἶμαι λέγων τοὺς τῶν ἄλλων ὑπερκειμένους, καὶ ἀνεστηκότας, ἢ κατὰ τὴν δόξαν, ἢ κατὰ τὸν πλοῦτον, ἢ καθ' ἕτερόν τινα τρόπον. Ἔφην δὲ ἀρτίως, ὅτι τοῖς εἶναι δοκοῦσι λαμπροῖς ἐπεφύετο δεινῶς τὸ ἐν ἑκάστῃ πόλει στασιάζειν εἰωθὸς, ὡς ἐν ἀπογνώσει δρᾷν, ἃ μηδ' ἂν αὐτὴ δέδρακεν ἔσθ' ὅτε τῶν πολεμίων ἡ χείρ. Καὶ ταῦτα, φησὶ, διὰ θυμὸν ὀργῆς Κυρίου. Συγκέκαυσται γὰρ οὕτως ἡ σύμπασα τῶν Ἰουδαίων γῆ. Ἃ δὲ εἴρηκεν αἰνιγματωδῶς, ταῦτα τοῖς ἀκροωμένοις σαφῆ καθιστὰς, προσεπάγει παραχρῆμα· Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Ὥσπερ γὰρ οἱ μόσχοις ἐπάγοντες πῦρ, παραθήγουσιν εἰς ὀργὰς, καὶ τὰς καθ' ὧν ἂν ἴοιεν ἐφόδους ἁδρωτέρας ποιεῖσθαι παρασκευάζουσιν· οὕτω, φησὶ, καὶ ἕκαστος ἔσται τῶν λαῶν ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Ὅρμηταί τε γὰρ καὶ ἀφιλοικτείρμονες, καὶ ἀδελφοὺς οὐκ εἰδότες, δεινοί τε καὶ ἀγριόθυμοι πάντες ἔσονται κατ' ἀλλήλων, καὶ θηρίων δίκην λιμῷ τεθηγμένων εἰς ἀγριότητα τὴν κατά τινων· ἐκκλινοῦσιν εἰς τὰ δεξιὰ, καὶ φάγονται ἐκ τῶν ἀριστερῶν· τοῦτ' ἔστιν, τῇδε κἀκεῖσε περιστραφήσονται, καταδακόντες τοὺς ἐκ δεξιῶν, τοὺς ἐξ εὐωνύμων, φειδόμενοί τε μηδαμῶς οὐδενὸς, καὶ ἀκόρεστον ἔχοντες τῆς κατ' ἀλλήλων ἐφόδου τὸν πόθον. Οὐ γὰρ μὴ ἐμπλησθῇ, φησὶν, ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ὦ παραδόξου πράγματος. Οὐδὲ ἑαυτῶν φείσονται, φησὶν, ὡς ἐξ ἀκράτου μανίας. Ἀπεγνωκότες γὰρ ἅπαξ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων βαδιοῦνται νεανικῶς. Εἶτά φησιν, ὅτι Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ. Ἐφραῒμ δὲ καὶ Μανασσῆς