Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.277
Not analysed yet
δύο γεγόνασιν ἀδελφοὶ, καὶ Ἰωσὴφ υἱοί. Ἀλλ' οὐδὲ τοῖς ἐξ αἵματος, φησὶν, εἰς διάθεσιν συνημμένοις βραβεύσει τότε τὴν εἰρήνην· ἡ φύσις· ἀργήσουσι τῆς συγγενείας οἱ νόμοι. Κατεξαναστήσονται γὰρ ἀλλήλων ἀδελφοὶ καὶ ὁμόσποροι, εἷς τε καθ' ἑνὸς, καὶ καθ' ἑτέρου δύο. Φάγεται γὰρ, φησὶ, Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Συγχύσεως οὖν ἄρα τὰ πάντα μεμέστωτο, καὶ ἀδιάκριτα πᾶσι τὰ ἐξ ὀργῆς, καὶ καθ' ὧν οὐ θέμις, καὶ παρ' ὧν οὐ θέμις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἱστορικῶς ταῖς τῶν Ἰουδαίων ἀγέλαις συνέβη παθεῖν. Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς. Κολάζεται γὰρ τὸ δυσήκοον, καὶ εἴ τις εἰς τοῦτο πέσοι, ὡς ὑπὸ πυρὸς καυθήσεται, καταφλεγούσης αὐτὸν καὶ σαρκικῆς ἡδονῆς, καὶ θερμῆς ἐπιθυμίας. Ἔξει δὲ καὶ εἰς νοῦν καὶ καρδίαν ἀφόρητον μάχην· κατεξαναστήσεται γὰρ τοῦ πνεύματος ἡ σὰρξ, καὶ ἐν θορύβοις ἔσται πολλοῖς. Διὸ, καθά φησιν ὁ θεσπέσιος Παῦλος· «Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ὑποταττόμενοι γὰρ τῷ Θεῷ περιπατήσομεν ἐν πνεύματι, καὶ κρείττους ἐσόμεθα σαρκικῶν ἐπιθυμιῶν, καὶ τὰς εἰς νοῦν ἔσω νικήσομεν φλόγας, καὶ ἀστασίαστον τηρήσομεν τὴν καρδίαν. Ἡ γὰρ εἰρήνη τοῦ Θεοῦ, καθὰ γέγραπται, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι χεὶρ ὑψηλή. Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν· ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσωσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλήψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ὅτε τὰς τῶν Ἰουδαίων συμφορὰς, καὶ τὰ ἐσόμενα βλάβη διὰ τῆς τῶν πολεμίων χειρὸς, πλατύτερον ἡμῖν ὁ προφητικὸς ἐξηγεῖται λόγος, τότε δὴ λίαν σοφῶς τε καὶ οἰκονομικῶς ἐπιφέρει τὰς αἰτίας, ἐφ' αἷς ὁ τῶν ὅλων λελύπηται Θεὸς, καὶ πειρᾶται διδάσκειν ὅτι ψῆφος ἐπ' αὐτοῖς ὁσία γέγονε καλοῦσα πρὸς δίκην. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. Οὐαὶ τοίνυν, φησὶ, τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου. Ἦσαν μὲν γὰρ παρὰ τοῖς Ἰουδαίοις οἱ καλούμενοι γραμματεῖς. Ἔργον δὲ ἦν αὐτοῖς τὸν ἐφ' ἑκάστῳ πράγματι τοῦ νόμου σκοπὸν τοῖς ἐθέλουσι μαθεῖν σαφῆ τε ποιεῖν, καὶ τοῖς τὸ διακρίνειν λαοὺς ἐγκεχειρισμένοις τὰ τοιάδε προσβαλεῖν. Γέγραπται δὲ, ὅτι «Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.» Ἡττώμενοι τοίνυν αἰσχρῶν λημματίων, ἀδίκους ἐποιοῦντο τὰς συγγραφὰς, τὸ τῷ θείῳ νόμῳ δοκοῦν ἀνοσίως ἐκκαπηλεύοντες, καὶ οἱονεὶ μίσγοντες τὸν οἶνον ὕδατι, καὶ τὸ καθαρὸν ἀργύριον, ἀδόκιμον ἀπο-