Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.280.1
Not analysed yet
φαίνοντες, ἵνα χήραν ἀδικῶσι, καὶ ἁρπάζωσι κρίματα πενήτων, καὶ τοῖς ἐκ πλεονεξίας κακοῖς ὑπάγωσιν ὀρφανὸν, καθάπερ τινὰ προνομὴν τοῖς ἐθέλουσι πλουτεῖν ἑτοίμως παρεῤῥιμμένην. Ἀλλ' οὗτοι, φησὶ, τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἐπισκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν ἐπεσκέψατο Θεὸς τοὺς γράφοντας πονηρίαν, καὶ τὰ ὀρθὰ τοῦ νόμου κρίματα διαστρέφοντας. Ποῖος γὰρ ὑμῖν πλοῦτος βοηθήσει, φησίν; Ὀνήσει δὲ κατὰ τίνα τρόπον τῶν ἐκ πλεονεξίας ὑμῖν συνειλεγμένων ἡ ἄθροισις; Ἠδικήσατε, κατεφθείρατε νόμον, πεπατήκατε τὸν τοῦ νομοθέτου σκοπόν. Εἶτα ὅποι ποτὲ βαδιεῖσθε; τί δὲ καὶ δρῶντες ἢ λέγοντες, διαφεύξεσθε τὴν ἡμέραν τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει. Ἐμάχοντο μὲν γὰρ Ἰουδαῖοι πλειστάκις πρὸς τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαίους τέ φημι καὶ Ἐλαμίτας, Μωαβίτας, καὶ Σύρους, καὶ τοὺς καλουμένους Φιλιστιείμ· συνέβαινε δὲ καὶ ἀμείνους ὁρᾶσθαι πολλῶν κρατοῦντας ἐν μάχαις. Ἀλλὰ νῦν, φησὶν, ἡ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· τοῦτ' ἔστιν, Οὐ πρὸς Ἰδουμαίους ὑμῖν ἡ μάχη, οὐ πρὸς Μωαβίτας ὁ πόλεμος· ἀλλ' οὐδὲ πρός τινας τῶν ὁμόρων, ὧν ἔσθ' ὅτε καὶ κεκρατήκατε, καὶ τὴν ἀμείνω λαχόντες ψῆφον ἐν μάχῃ τὸν τῆς εὐκλείας ἀνεδήσασθε στέφανον· ἀλλὰ νῦν ὑμῖν ἡ θλίψις πόῤῥωθεν ἥξει. Ἔοικε δὲ διὰ τούτων, ἢ τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἤγουν τὴν τῶν Ῥωμαίων ὑποδηλοῦν. Πόῤῥωθεν γὰρ οὗτοί τε κἀκεῖνοι. Ἐπενηνεγμένης δὲ τῆς θλίψεως, ποῦ καταλήψετε τὴν ἑαυτῶν δόξαν, τοῦ μὴ ἐμπεσεῖν εἰς τὴν ἐπαγωγήν; Κατηνδρίσασθε μὲν γὰρ πολλάκις, φησὶ, τῶν ἐχθρῶν, καὶ τοῖς ἐπιοῦσιν ἀντανιστάμενοι σεσώκατε τὰς παρ' ὑμῖν πόλεις τε καὶ χώρας. Νυνὶ δὲ τὴν ἐπὶ τούτῳ δόξαν ποῦ καταλήψετε; πεσεῖσθε γὰρ πάντες, κατ' οὐδένα τρόπον ὠφελούσης ὑμᾶς τῆς κατὰ τῶν ἑτέρων εὐανδρίας. Τί γὰρ ποιήσετε τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; Ἐπαγωγὴν δέ φησι, τὴν ἐπενεχθεῖσαν αὐτοῖς ὡς ἀπό γε τῆς θείας ὀργῆς, καὶ τὴν ἐκ τοῦ πολέμου συμφοράν. Θεοῦ γὰρ ἐπάγοντος τοῖς πλημμελοῦσι τὰς δίκας τίς ὁ ἀποστρέψων; ἢ ποῖος ἂν τοῖς ὑπὸ ποινὴν καὶ κόλασιν ἐπικουρήσει τρόπος; οὐκ ἔστιν οὐδείς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει καί φησιν· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Καὶ πάλιν· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἀπὸ τότε ἡ ὀργή σου.» Ἀποστρέψει μὲν οὖν οὐδεὶς τὴν θείαν ὀργήν. Καταμαλάσσει δὲ ὥσπερ αὐτὴν ἡ μετάγνωσις· μᾶλλον δὲ οὐδ' ἂν ὅλως σαλεύοιτο τὴν ἀρχὴν, εἰ δὴ βιοῦν ἐθέλοι τις ὀρθῶς καὶ ἐννόμως, καὶ κατά γε τὸ δοκοῦν τοῖς παρ' αὐτοῦ θεσπίσμασιν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ἡ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκύλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς ὡς κονιορτόν. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν