Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.281
Not analysed yet
αὐτῷ, Σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ; Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνη, οὗ ὁ πύργος ᾠκοδομήθη. Ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν, καὶ Σαμαρείαν; Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Πανταχοῦ τῆς οἰκείας δόξης πεφροντικότα Θεὸν εὑρήσομεν. Χαλεπαίνειν μὲν γὰρ εἰ δή τινας βλέποι καταφρονεῖν ᾑρημένους, καὶ παρ' οὐδὲν ποιεῖσθαι σπουδάζοντας τὸ αὐτῷ δοκοῦν, πάντα δὲ ὥσπερ σείοντας κάλον, εἴς γε τὸ δεῖν ἀπονεῦσαι πρὸς τὰ ἐκτοπώτατα. Περιτρέπει δὲ τοὺς τοιούτους μονονουχὶ καὶ ἀνασειράζων εὐσθενῶς, εἰς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν αὐτοῖς. Οὕτω γάρ πού φησι καὶ ὁ μακάριος Δαβίδ· «Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Ἐπιφέρει δὲ τοῖς πλημμελοῦσι τὴν κόλασιν, οἷόν τινα ῥάβδον εἰς χεῖρας ἐπιδιδοὺς τὴν ἰδίαν ὀργὴν ἀνδράσιν οὐκ ἀγαθοῖς, ἵν' αὐτοὶ γένοιντο κολασταὶ τῶν ἠσεβηκότων. Συμβαίνει δὲ τοὺς εἰς τοῦτο παρειλημμένους φρονῆσαί τι μέγα κατὰ τῶν κεκολασμένων, μᾶλλον δὲ κατὰ τοῦ παραδόντος αὐτούς. Οὐ γὰρ ἐννοοῦσιν ὅτι κεκρατήκασιν αὐτῶν ἐφέντος Θεοῦ, καὶ ψῆφον ἐπάγοντος τὴν τοῦ χρῆναι παθεῖν αὐτούς· οἴονται δὲ ὅτι καὶ σώζειν ἐθέλοντος κεκρατήκασι. Μεθίστησι τοίνυν ἐπ' αὐτοὺς τὴν ὀργὴν, καὶ σφόδρα εἰκότως. Ἐπειδὴ δὲ τοῖς ὑπερηφάνοις ἀντιτάττεται, κατασείει μὲν αὐτῶν τὴν ὀφρὺν, ποιναῖς δὲ ὑποτιθεὶς ταῖς αὐτοῖς πρεπούσαις, πειρᾶται πληροφορεῖν ὅτι μὴ τῆς ἰσχύος ἐκείνων ἔργον ἦν, ἀλλὰ τῶν παρ' αὐτοῦ νευμάτων τὸ κρατῆσαι τῶν κεκολασμένων. Πέπονθέ τι τοιοῦτον ὁ τῶν Ἀσσυρίων βασιλεύς. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἰουδαίαν, καὶ πεπόρθηκε τὰς πόλεις, μέγα πεφρόνηκεν ἐφ' ἑαυτῷ, καὶ δὴ καὶ ᾤετο τῆς ἁγίας κρατῆσαι γῆς, καὶ παρὰ βούλησιν Θεοῦ τοῦ προεστηκότος αὐτῆς, καὶ σώζειν ὑπισχνουμένου. Ταύτης ἕνεκα τῆς αἰτίας φησὶν, οὔπω μὲν ἀπεστράφθαι τὸν θυμὸν, ἐπενεχθήσεσθαι δὲ καὶ Ἀσσυρίοις τὸ, οὐαί. Καὶ ποία τίς ἐστιν ἡ τοῦδε πρόφασις; Ἡ μὲν γὰρ ῥάβδος, φησὶ, τῆς ἐμῆς ὀργῆς, ἐν ταῖς αὐτῶν δέδοται χερσὶν, παρ' ἐμοῦ δηλονότι, ὥστε καταπαίειν ἐν αὐτῇ τοὺς εἰς ἐμὲ δεδυσσεβηκότας. Ἐγὼ συνέταξα αὐτοῖς, ὥτε ποιῆσαι σκύλα, καὶ προνομὴν τὸν ἐμὸν λαὸν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. Εἰ μὴ γὰρ τὴν σώζουσαν ἀπέστησα χεῖρα, καὶ γυμνοὺς ἀπέφηνα τῆς ἀεὶ καὶ συνήθους αὐτοῖς, καὶ παρ' ἐμοῦ δοθείσης ἐπικουρίας, οὐδ' ἂν ἥλωσάν ποτε, κρείττους ἀεὶ γεγονότες δι' ἐμοῦ τῶν ἐχθρῶν. Αὐτός γε μὴν ὁ Ἀσσύριος οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτω λελόγισται, ἀλλ' ὅσον ἧκεν εἰς τὸν αὐτοῦ νοῦν, ἀπαλλάξει· τοῦτ' ἔστιν, ὀλοθρεύσει ἔθνη οὐκ ὀλίγα. Οἴεται γὰρ ὅτι ταῖς αὐτοῦ δυνάμεσιν ἀνταναστήσεται μὲν οὐδεὶς, κρατήσει γε πάντως ἀμογητὶ, καὶ παντὸς ἔθνους ἔσται δεσπότης, ἀντεξάγοντος οὐδενός. Ἄπληστον δὲ οὕτως ἔχοντι τὴν ψυχὴν, καὶ ἀεὶ τῶν ὅλων κρατεῖν ἐθέλοντι, κἂν εἰ προσίοι τις λέγων· Σὺ μόνος εἶ ἄρχων, τοῦτ' ἔστιν, ἆρα δυνήσῃ μόνος ἁπάσης κατ-