Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.284
Not analysed yet
άρξαι τῆς ὑπ' οὐρανόν; Πρὸς τοῦτο, φησὶν, ὑπέροπτον ἀφήσει φωνὴν, ἐκεῖνο λέγων· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος, καὶ Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη; Ἔλαβον Ἀραβίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς χώρας λήψομαι. Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη παρὰ τῶν ἀρχαιοτέρων, κεῖται μὲν ἐν ἐσχάτοις τρόπον τινὰ τῆς ἑῴας μέρεσιν, ἐπέκεινα δὲ τῆς Βαβυλωνίων χώρας τε καὶ γῆς. Ὥσπερ οὖν, φησὶν, ἐξ αὐτῶν τερμάτων τῆς ἑῴας γῆς τῆς ἐμαυτοῦ βασιλείας τέθεικα τοὺς ὅρους, εἷλον δὲ Δαμασκὸν καὶ Σαμάρειαν, ὠφελημένας οὐδὲν ἀπό γε τῶν ἐν αὐταῖς θεῶν· οὕτω καταλήψομαι καὶ τὰς ἔξω χώρας. Μεμνῆσθαι δὲ ἀναγκαῖον ὅτι καὶ Ῥαψάκης, τὰς παρὰ τοῦ βασιλέως Ἀσσυρίων ἀναγγέλλων φωνὰς, προσπεφώνηκε τοῖς ἐν τῷ τείχει καθημένοις· Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων. Μὴ ἀπατάτω ὑμᾶς ὁ βασιλεὺς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι Ῥύσεται ἡμᾶς ὁ Θεός· καὶ μεθ' ἕτερα πάλιν· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως Σεπφαρουείμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται Ἰσραὴλ ἐκ χειρός μου; Μεγάλα τοίνυν πεφρονηκότα τὸν Ἀσσύριον, καὶ τῆς θείας ὀργῆς καταμειδιᾷν ᾑρημένον ὑποθήσειν ἐπαγγέλλεται ταῖς δίκαις. Ἀπηχθημένον μὲν γὰρ καὶ παρ' ἡμῖν αὐτοῖς τῆς ἀλαζονείας τὸ πάθος. Ὅταν δὲ δὴ καὶ αὐτῆς τῆς θείας καταθρασύνηται δόξης, τότε δὴ τότε τὸ οὐαὶ καὶ σφόδρα δικαίως τοῖς τοῦτο δρᾷν ἐθέλουσι ἐποισθήσεται. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ ἐν Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Εἰσκεκόμικεν ἀρτίως ὑψηλὰ καὶ ὑπέρογκα πεφρονηκότα τὸν Ἀσσύριον. Ἐπειδὴ γὰρ τὰς τῆς Σαμαρείας ὠλόθρευσε πόλεις οὐκ ἐπικουρούντων αὐταῖς τῶν ψευδωνύμων θεῶν, κατεμπρησθέντων δὲ πάλιν αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Διατεθειμένου δὲ ὅτι καὶ αὐτὴν ὑπὸ χεῖρα ποιῆσαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Ἰουδαίαν, καὶ εἰ μὴ βούλοιτο τυχὸν ὁ προασπίζων αὐτῆς ἀεί τε σώζων Χριστὸς, τὰς αἰτίας εὐθὺς ὁ προφητικὸς ἡμῖν παρατίθησι λόγος τοῦ καὶ αὐτὴν ἁλῶναι τὴν Σαμάρειαν, πλείστας δὲ ὅσας καὶ τῆς Ἰουδαίας πόλεις. Ταύτῃ τοι καὶ μάλα εἰκότως τῶν τῆς δυσσεβείας τρόπων εἰς ἀνάμνησιν ἀποφέρει, ὀλολύζειν τε αὐτοὺς, καὶ κατοιμώζειν κελεύει. Μόνον δὲ οὐχὶ κατατεθηπὼς τὴν ἀπόστασιν ἐκ φιλοθεΐας τῆς ἄγαν ἀναφωνεῖ· Ὀλολύξατε, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Ὅπου γὰρ ἔδει ταῖς καθηκούσαις τιμαῖς τὸν τῶν ὅλων καταγεραίρεσθαι Θεὸν, ἐκεῖ παρορᾶται, καὶ τῆς αὐτῷ πρεπούσης τε καὶ ὀφειλομένης τιμῆς ἐστέρηται. Γλυπτοῖς γὰρ τὸ σέβας ἀναθέντες οἱ δείλαιοι, τετολμήκασιν εἰπεῖν τῷ ξύλῳ· «Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με.» Οὐκοῦν μετ' ἐκπλήξεως οἱονεὶ τῷ προφήτῃ γέγονεν