Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.285.1
Not analysed yet
ἀναφώνημα τὸ εἰρημένον· τοῦτ' ἔστιν, γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. Τοιοῦτόν τι καὶ διὰ φωνῆς Ἱερεμίου φησὶ περὶ τῆς Ἱερουσαλήμ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; ἔφη δέ που καὶ δι' ἑνὸς προφήτου· «Σκοπὸς Ἐφραῒμ μετὰ Θεοῦ, προφήτης παγὶς σκολιὰ, ἐπὶ πάσας ὁδοὺς αὐτοῦ, μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν.» Ἱδρυσάμενοι γὰρ ἐν τοῖς Ἱεροσολύμοις βωμοὺς καὶ χειρόκμητα, τεθύκασι τῇ Βαὰλ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Δεδράκασι δὲ ταυτὶ καὶ οἱ ἐν τῇ Σαμαρείᾳ. Ὃν τρόπον τοίνυν, φησὶν, ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. Οἷς γὰρ ἀδελφὰ τὰ τολμήματα, τούτοις ἕποιτο ἂν εἰκότως καὶ ἰσοπαλὴς ἡ δίκη. Οὐκοῦν ἔλαβε μὲν ὁ Ἀσσύριος καὶ Δαμασκὸν καὶ Σαμάρειαν. Ὁδὸς δὲ τοῦ πράγματος αὐτῷ, καὶ τοῦ κατισχῦσαι πρόφασις, ἡ τῶν εἰδώλων ποίησις ἦν, ἡ ἔν τε τῇ Σαμαρείᾳ, καὶ τοῖς Ἱεροσολύμοις. Ταύτῃτοι καὶ τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσιν, τὰς πρεπωδεστάτας ἐζήτηνται δίκας. Χαλεπὸν οὖν ἄρα, καὶ ὀργῆς ἡμῖν τῆς παρὰ Θεοῦ πρόξενον ἡ τῶν εἰδώλων ποίησις πανταχοῦ, κἂν εἴ τις εἰς νοῦν καὶ καρδίαν τοῦτο δρῴη τυχόν. Ἀποφέρει γὰρ κἀκεῖνα τῆς εἰς Θεὸν ἀγάπης, καταγοητεύοντα τὴν καρδίαν, καὶ ἐφ' ἃ μὴ προσῆκεν ἐξέλκοντα. Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῆ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Οὐκ ἔξω κοινῆς γενήσεσθαι τὸν Ἀσσύριον τὰ οὕτως ὑπέρογκα πεφρονηκότα φησί. Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, κατὰ τὸ γεγραμμένον, καὶ τῶν τῆς ἀλαζονείας αἰτιαμάτων τοὺς ταύτην νενοσηκότας πράττεται μὲν ἀεὶ τοὺς λόγους, ἀποφαίνει δὲ αὐτοὺς οἰκτροὺς καὶ κατεῤῥιμμένους, ὡς ἂν εἰδεῖεν μὴ ἐπαίρειν εἰς ὕψος τὸ κέρας, κατὰ τὸ γεγραμμένον· εἶεν δὲ μᾶλλον ἐπιγνώμονες τῆς ἑαυτῶν φύσεώς τε καὶ ἀσθενείας. Ὅταν γὰρ, φησὶ, συντελέσῃ πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, ὅταν εἰς τέλος ἔρχηται τὰ τῆς ἐπ' αὐτοῖς ὀργῆς, ἐπάξει τότε τὴν χεῖρα, καὶ τὴν καταπαίουσαν ῥάβδον, ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων. Νοῦν δὲ αὐτὸν ἀπεκάλεσε μέγαν, οὐ πρὸς ἐπαίνου τὸ χρῆμα τιθεὶς αὐτῷ, καταψέγων δὲ μᾶλλον, ὡς οὐδὲν ἕτερον ὄντα πλὴν ὅτι μόνον ὑπεροψίαν τὴν θεομισῆ. Πεφρόνηκε γὰρ ἀνθρώπινον μὲν οὐδέν· ὅσα δὲ καὶ τάχα καὶ πᾶσαν τὴν γενητὴν ὑπερνήχεται φύσιν. Ἐπάξει τοίνυν ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ· ὀφθαλμῶν δέ φησιν ἐν τούτοις, ἀντὶ τοῦ τῶν ἐννοιῶν, ἤτοι τῶν ἐνθυμημάτων. Ὑψηλὰ γὰρ, ὡς ἔφην, καὶ ὑπέρογκα ταυτί. Θεὸς δὲ ὑπάρχων, καὶ εἰς καρδίαν ὁρῶν καὶ νεφροὺς, εἰδώς τε τὰ κεκρυμμένα, καὶ ἡμῖν αὐτὰ