Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.288
Not analysed yet
καθίστησιν ἐναργῆ, καί φησιν. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. Ἄθρει δὴ οὖν ὅπως, ὡς τῆς ἄνωθεν ἐπικουρίας οὐ δεδεημένος, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνάπτει μόναις τὸ πάντα δύνασθαι δρᾷν, ὅσαπερ ἂν βούλοιτο· οἴεται δὲ ὅτι καὶ σοφὸς οὕτως ἐστὶν, καὶ στρατηγικὸς, ὡς καὶ μάλα ῥᾳδίως ἐφ' ἑαυτὸν, δύνασθαι μεθιστᾷν τὰ ὅρια τῶν ἐθνῶν, διαῤῥηγνῦναί τε αὐτῶν τὴν ἰσχὺν, καὶ ἐν προνομῇ ποιεῖσθαι, καὶ κατασείειν πόλεις, οὐκ ἀνάνδρους καὶ ἠρημωμένας, ἀλλ' εἰ καὶ πλείστους ὅσους, καὶ ἀναριθμήτους ἔχοιεν τοὺς κατοικοῦντας ἐν αὐταῖς. Καὶ οὐ μέχρι τούτων τὰ τῆς ἀλαζονείας αὐτῷ. Περιαυτίζεται γὰρ καὶ ἁπάσης ὅτι καταδράξηται τῆς ὑπ' οὐρανὸν, καὶ λίαν εὐκόλως, ἑτοίμως τε καὶ ἀμαχεὶ διατέθειται καὶ φρονεῖ κατά γε τὸ εἰς νοῦν ἧκον αὐτῷ. Καταλήψομαι γὰρ, φησὶ, τὴν οἰκουμένην ὅλην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Ὦ δεινῆς ὑπεροψίας, ὢ λογισμῶν ἀσυνέτων. Ὡς ἑνὸς στρουθίου καλιὰν τὴν σύμπασαν βλέπει, ὠοῖς καταλελειμμένοις ὑπὸ τῆς θαλπούσης ὄρνιθος παρεικάζει τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, ἵν' ὡς δράκων ἐπελθὼν καταπίῃ. Μισεῖ δὲ τοὺς ἀντιλέγοντας, καὶ οὐδ' ὅσον εἰπεῖν εἰς λόγους ἥξειν αὐτῷ προσδοκᾷ τοὺς πολιορκουμένους. Ταυτὶ πρέποι ἂν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέρειν τοῦ Σατανᾶ. Καὶ γάρ ἐστιν αὐτὸς ὁ τῆς ὑπερηφανίας πατήρ. ᾨήθη δὲ ὅτι καταλήψεται τὴν οἰκουμένην ἀντιπράττοντος οὐδενός. Ἀλλ' οὐχ οὕτω ποθέν· ἐκβέβηκε δὲ μᾶλλον αὐτῷ πρὸς πᾶν τοὐναντίον τῶν πραγμάτων τὸ πέρας. Ἀντείρηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός· καὶ οὐκ ἀντείρηκε μόνον, ἀλλὰ καὶ ὑπερήθλησε τῆς ἁπάντων ζωῆς, νενίκηκε τὸν ἀλητήριον, καὶ τοῖς τῶν ἁγίων ὑπέστρωσε ποσίν. Ἔφη γὰρ αὐτοῖς· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Ὡσαύτως ἐάν τις ἄρη ῥάβδον ἢ ξύλον· οὐχ οὕτως, ἀλλ' ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Διελέγχει σαφῶς τὸν Ἀσσύριον, εἰκῆ τε ἀναφυσώμενον, καὶ ἠγνοηκότα παντελῶς, ὡς ἥκιστα μὲν τῆς αὐτοῦ χειρὸς ἔργον γέγονε τὸ ἀπολέσαι τὴν Σαμάρειαν, ἑλεῖν δὲ σὺν αὐτῇ καὶ τὰς ἑτέρας πόλεις, ψήφου δὲ μᾶλλον τῆς ἄνωθεν ἐπιφερούσης αὐτῶν τοῖς ἀφόρητα δεδυσσεβηκόσι, καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον ἢ ξύλον. Εἰπὲ γάρ μοι, φησὶν, ὦ πάντων ἀνούστατε, μὴ ἀξίνη δοξασθήσεται ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ. Πέλεκυς μὲν γὰρ ἄριστα τεθηγμένος καὶ τομὸς ἐπιτηδείως ἂν ἔχοι πρὸς τὸ ἀποκείρειν δύνασθαι τὰ ἐν ἀγροῖς ξύλα. Ἆρ' οὖν ἐπαινέσαι τις τὴν ἀξίνην, ὡς τοῦτο δρᾷν δυναμένην, δίχα τοῦ κόπτοντος ἐν αὐτῇ; Ἐνεργήσει δὲ τί καθ' ἑαυτὸν ὁ πρίων, εἰ μή τις ἕλκοιτό τε αὐτὸν, καὶ κατωθήσειε πάλιν; Εἰ δὲ δή τις καθ' ὁτιοῦν ἢ ῥάβδον, ἢ ξύλον· ἆρ' οὐχ οὕτως