Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.289.1
Not analysed yet
ἔσται πάλιν; Κείσεται μὲν γὰρ ἡ ῥάβδος εἰς γῆν, ἔῤῥιπται δὲ καὶ τὸ ξύλον, ἀλλ' εἴ τις λαβὼν ἐπάγοι τισὶ, τότε δὴ πάντως εἰς ἔργον ἥξει τὰ δι' αὐτῶν. Τί τοίνυν φησὶ πεφρόνηκας ὑψηλά; Τί δὲ τὴν ὀφρὺν ἀνασπᾷς; Οἴει ὅτι ἰδίᾳ δυνάμει κατώρθωκας αὐτὸς τὸ ἑλεῖν τὰς πόλεις, ἐν οὐρανοῦ τάξει παραληφθεὶς παρὰ τῆς ἐκεῖνα ποιούσης χειρὸς, δηλονότι τῆς θείας· Οὐ σὴ τοιγαροῦν ἡ δόξα· Θεοῦ δὲ μᾶλλον τοῦ καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον, ἢ ξύλον τὴν σὴν ἐπάγοντος ὠμότητα τοῖς αὐτῷ προσκεκρουκόσιν. Ἔσῃ τοίνυν οὐχ οὕτω, φησὶν, ὡς ᾠήθης αὐτός. Οὔτε μὴν ἐν ταυτότητι δόξης διαμενεῖς, ἀλλ' οὐδὲ ταῖς οὕτως ἁβραῖς ἐνσπαταλήσεις τιμαῖς. Οὐ τῇ ἰσχύϊ ποιήσεις, οὐδὲ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελεῖς ὅρια ἐθνῶν. Οὐ καταλήψῃ τὴν οἰκουμένην ὡς ὠὰ καταλελειμμένα. Ἀλλ' ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Τιμὴν δὲ αὐτοῦ φησι, τὴν ὑπ' αὐτῷ πράττουσάν τε καὶ ὑποκειμένην στρατιάν. Ἐπ' αὐτῇ γὰρ δεδόξαστο. Πῦρ οὖν ἥξει κατ' αὐτῆς, φησὶ, καὶ καταφλέξει τὴν σὴν τιμήν. Τίνα δὲ τρόπον καὶ τοῦτο γέγονε, διατρανοῖ πάλιν, καὶ οὐκ εἰς μακράν. Καὶ ἔσται τὸ φῶς τῷ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡς χόρτον τὴν ὕλην. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοί. Καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Καὶ ἔσται ὁ φεύγων ὡς φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Δυσέφικτον σφόδρα τὸ εἰρημένον, καὶ ἡ τῆς λέξεως συνθήκη τὴν ἀπόδοσιν ἔχει δυσχερεστάτην. Σαφηνιοῦμεν δὲ πάλιν, τὸν ἔν γε τοῖς προκειμένοις κρυπτόμενον νοῦν, ἐκεῖνα προειρηκότες. Εἷλε μὲν γὰρ τὴν Σαμάρειαν ὁ Σαλαμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ἀπέστειλε δὲ Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ, ὃς ἐλθὼν, καὶ πολιορκήσας αὐτὴν προσλελάληκε τοῖς ἐν τῷ τείχει τὰ παρὰ τοῦ πεπομφότος αὐτὸν, προσετίθει δὲ τούτοις τὰς κατὰ τοῦ Θεοῦ δυσφημίας λέγων, ὅτι Οὐ μὴ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων. Πρὸς δὴ τὰ τοιάδε δεδυσφορηκὼς ὁ βασιλεὺς Ἐζεκίας τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς λέγων· Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, οὓς ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα. Ἐπηγγέλλετο δὲ Θεὸς τὴν σωτηρίαν αὐτοῖς. Καὶ δὴ καὶ ἐξῆλθεν ἅγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὗ δὴ γεγονότος, ἐβάλλετο μὲν ὁ Ἀσσύριος ἀφορήτῳ δείματι. Ἀκούσας δὲ ἀγγελίαν ὅτι Σαρσαθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατὰ τῆς γῆς αὐτοῦ σὺν ὀλίγοις παντελῶς τοῖς περιλελειμμένοις, ᾤχετο φυγάς. Τοῦτο καὶ νῦν ὁ προφητικὸς ἡμῖν αἰνιγματωδῶς διερμηνεύει λόγος. Φῶς μὲν γὰρ γέγονε τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς τὸν καταφωτίζειν ἰσχύοντα διορισάμενος νόμον. Ἀλλὰ τοῦτο, φησὶ, τὸ φῶς τὸ ὑπάρξαν τῷ Ἰσραὴλ, οὐ φῶς ἔσται τοῖς Ἀσσυρίων στρατεύμασιν, ἀλλ' εἰς πῦρ ὀλοθρεῦον. Ὅτι δὲ οἰκεῖον αὐτῷ καὶ ἀνατεθειμένον ἡγεῖται λαὸν ὁ