Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.292
Not analysed yet
τῶν ὅλων Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις διὰ τοῦ πορὸς τοῦ ἐκκαυθέντος ἐν τοῖς Ἀσσυρίοις, διδάξει τοὺς ἁπανταχῆ. Καὶ τοῦτό ἐστι τὸ, «Ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ.» Τὸ γὰρ ἁγιάζεσθαι λεγόμενον, οὐχὶ παντὸς ἁγιασμοῦ μετέχον ἔσται, σημαίνει δὲ μᾶλλον καὶ τὸ εἰς δόξαν ἀνατεθειμένον τῷ Θεῷ. Οἷόν τί φησι πρὸς Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ τὸ, ἁγίασον, ἐν τούτοις, ἀντὶ τοῦ, ἀνάθες, φησίν. Ἁγιάσει τοίνυν, φησὶ, τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, τοῦτ' ἔστιν, ἀνατεθειμένον αὐτῷ καὶ ἀπόλεκτον ἀποφανεῖ ἐν πυρὶ καιομένῳ· διὰ τοῦ πυρὸς τοῦ ἐκκεκαυμένου κατὰ τῶν Ἀσσυρίων. Πῦρ δέ φησιν ἐν τούτοις τὸν ἀδόκητον ὄλεθρον. Εἰ μὴ γὰρ ἴδιον ἡγεῖτο λαὸν, οὐκ ἂν ἐξέκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ, ὃ καὶ δεδαπάνηκε καθάπερ χόρτον ἢ ὕλην τὴν τῶν Ἀσσυρίων πληθύν. Κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, φησὶ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο τοῦ καιροῦ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Βουνοῖς καὶ δρυμοῖς καὶ ὅρεσι παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν, καὶ τοὺς ἡγουμένους αὐτῆς, καὶ τῶν ἄλλων ὑπερανέχοντας καθάπερ βουνοὺς ἢ ὄρη. Ἀλλ' οὗτοι μὲν ἀποσβεσθήσονται· τοῦτ' ἔστιν, οἱ πάλαι θερμοὶ καὶ δεινοὶ, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται. Τοῦτο γὰρ τὸ ἀποσβεσθήσονται, δηλοῖ. Καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σώματα. Ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαὶ παντί τῳ σαφές. Ὑπεμφαίνει δὲ διὰ τούτων τὸ τῆς ὀργῆς εὐσθενές. Ἀλλ' ἔσται, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Ὀλίγοι γὰρ παντελῶς, ὡς ἔφην, ὡσεὶ φλογὸς καιομένης ἀποπηδήσαντες μόλις συναπέδραμον τῷ βασιλεῖ. Τοσούτους δὲ εἶναί φησι τὸν ἀριθμὸν αὐτοὺς, ὡς μὴ ὑπερκεῖσθαι καὶ τὴν παιδὸς ἔτι νηπίου φρένα, τὸ δύνασθαι γράφειν, ἢ ἀπομετρεῖν αὐτούς. Ἔχει γὰρ ἡ Ἑβραίων παράδοσις, ὅτι μόνοι περιελείφθησαν δέκα τὸν ἀριθμὸν, οἱ μετὰ Ῥαψάκου τὸ συμβὰν ἀπαγγείλαντες τῷ τῶν Ἀσσυρίων βασιλεῖ. Ταῦτα τῆς ὑπεροψίας τῆς ἐκείνου τὰ ὀψώνια. Χρήσιμος δὲ καὶ εἰς ἡμᾶς ὁ τύπος. Εἰ γὰρ δὴ βούλοιτό τις ἔξω τε εἶναι τῆς θείας ὀργῆς, καὶ μὴ τοῖς θείοις ἀναλῶναι κακοῖς, παραιτεῖσθαι λίαν τὸ νοσεῖν ἐθέλειν τῆς ἐκείνων δυστροπίας τὰ συγγενῆ τε καὶ ἶσα. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Ἐκκεκαυμένου τοῦ πυρὸς κατὰ τῆς Ἀσσυρίων στρατιᾶς, δύο ταῦτα κατορθωθήσεται καὶ ὑπάρξει, φησίν· ὁ μὲν γὰρ ἀλαζών τε καὶ ἀλητήριος, καταλήξει καὶ οὐχ ἑκὼν τῆς οὕτω δεινῆς καὶ ἀπηχθημένης ὀφρύος. Οἰχήσεται γὰρ δεδιὼς, καὶ ἀδοκήτως κατῃσχυμμένος. Εἴσεται δι' αὐτοῦ τοῦ πράγματος,