Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.293
Not analysed yet
καὶ εἰ μὴ βούλοιτο τυχὸν, ὅτι τῆς θείας ὀργῆς κατὰ τῶν ἡμαρτηκότων γέγονεν ὄργανον, καὶ οὐκ αὐτός που πάντως ὡς ἐξ ἰδίας ἰσχύος πεπλεονέκτηκεν αὐτούς. Καὶ ταυτὶ μὲν τῷ Βαρβάρῳ συμβήσεται. Τοῖς γε μὴν ἐξ Ἰσραὴλ πρὸς ὠφελείας ἔσται τὸ θαῦμα, καὶ οἱ κατάλοιποι τῶν ἐν Σαμαρείᾳ, τοῦτ' ἔστι, τοῦ Ἰσραὴλ, καὶ μέντοι τοῦ Ἰακὼβ, τοῦτ' ἔστι, πάλιν τῶν δύο φυλῶν τῶν οὐσῶν ἐν τοῖς Ἱεροσολύμοις, τῆς ἀρχαίας ἀποπεπαύσονται πλάνης, καὶ ψυχρῶν καὶ ἀνονήτων ἐννοιῶν. Οὐ γὰρ ἔσονται πεποιθότες ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ πολέμιος ἀγγέλου χειρὶ δαπανώμενος, ἐγνώκασιν ἀκριβῶς τὴν πάντα ἰσχύουσαν τοῦ σώζοντος δεξιὰν, αὐτὸν δὲ ποιήσονται σωτῆρα καὶ λυτρωτὴν, καὶ ἐπ' αὐτῷ πᾶσαν ἕξουσι τὴν ἐλπίδα, περιπτύσαντες τοὺς ἠδικηκότας αὐτούς. Τίνες δὲ οὗτοι, καὶ τίνα τρόπον ἠδικήκασιν εἰπεῖν ἀναγκαῖον. Σέσωκε μὲν γὰρ τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, προεστηκώς τε καὶ προασπίζων, καὶ ἀποφαίνων κρείττονας τῶν ἀνθεστηκότων. Ἐπειδὴ δὲ ἐτράποντο πρὸς ἀντίστασιν, καὶ οἱ μὲν δαμάλεις ἐτεκτήναντο χρυσᾶς· οἱ δὲ τὸν Χαμὼς καὶ Βεελφεγὼρ, καὶ αὐτοῖς ἀνῆπτον τὸ σέβας· προσκεκυνήκασι δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· παρεδίδου κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς τοὺς ἀνθεστηκότας ποτὲ μὲν τοῖς κύκλῳ καὶ περιοικοῦσι τὴν Ἰουδαίαν ἔθνεσιν, Ἰδουμαίοις τέ φημι καὶ Μωαβίταις, καὶ τοῖς ἐξ Ἐλὰμ, ποτὲ δὲ τοῖς μακρὰν, Ἀσσυρίοις τέ φημι καὶ Αἰγυπτίοις. Πολέμου τοιγαροῦν κατασκήπτοντος καὶ περιηγγελμένου τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, πῶς οὐκ ἄμεινον τοὺς ἐξ Ἰσραὴλ ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποσκευάζεσθαι τὴν ὀργήν; Ἔδει γὰρ ἐκ μέσου τὴν βέβηλον τῶν εἰδώλων ποιεῖσθαι πληθὺν, καὶ αὐτὸν ἐπιγράφεσθαι σωτῆρα καὶ λυτρωτήν. Ἀλλὰ τούτων μὲν ὀλίγος ἦν παντελῶς ὁ λόγος αὐτοῖς. Ἐπρέσβευον δὲ ποτὲ μὲν πρὸς Αἰγυπτίους, ποτὲ δὲ πρὸς Ἀσσυρίους, καὶ τὰς παρ' αὐτῶν ἐπικουρίας ἐκάλουν. Ἐντεῦθεν, οἶμαι, Θεὸς, καὶ ἔτι μειζόνως ἐπ' αὐτοῖς κατεθήγετο. Ἠδικήκασι τοίνυν τόν τε Ἰσραὴλ, καὶ τὸν Ἰακὼβ, τοῦτο μὲν οἱ ψευδώνυμοι θεοὶ, τὴν θείαν ἐπ' αὐτοῖς καλοῦντες ὀργὴν, καὶ ἐπ' αὐτοῖς πεποιθέναι παρασκευάζοντες· τοῦτο δὲ οἱ χρήμασί τε καὶ δώροις πωλοῦντες αὐτοῖς τὴν ἀνόνητον ἐπικουρίαν. Δαπανηθείσης τοίνυν, φησὶ, τῆς τῶν πολεμίων πληθύος ἐν μιᾷ νυκτὶ, λοιπὸν ἔσονται πεποιθότες ἐπὶ Θεῷ, καὶ διὰ πείρας αὐτῆς ἐγνωκότες τὴν παναλκῆ τοῦ σώσαντος δεξιὰν, οὐκ ἐπὶ τοῖς ἀδικήσασιν αὐτοὺς ποιήσονται τὴν ἐλπίδα, ἀλλ' ἐπ' αὐτὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Οὐ γὰρ ξύλοις καὶ λίθοις ἔτι θαρσήσουσιν, αὐτὸν δὲ μᾶλλον ποιήσονται τὴν ἰσχὺν, ὃς γέγονεν αὐτοῖς ἐπίκουρός τε ἀεὶ, καὶ προασπιστὴς, ὅπλον καὶ τεῖχος ἀῤῥαγές. Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Λόγος γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὅτι τῶν ἀπειθεῖν ᾑρημένων, καὶ πολὺ νενοσηκότων τὸ ἀπηνὲς καὶ δυσάγωγον οὐδεὶς ἂν γένοιτο