Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.296
Not analysed yet
παρὰ Θεῷ λόγος, σώζει γε μὴν καὶ φειδοῦς ἁπάσης ἀξιοῖ τὸν εὐπειθῆ καὶ εὐήνιον, διὰ τούτων ἡμῖν εὖ μάλα καταδηλοῖ. Ἀφῖκται μὲν γὰρ ὁ Ἀσσύριος κατὰ παντὸς τοῦ Ἰουδαίων ἔθνους· καὶ σκοπὸς ἦν αὐτῷ, φείσασθαι μὲν οὐδενὸς, ἄρδην δὲ πᾶσαν ἀποκεῖραι τὴν χώραν, καὶ κένανδρον ἀποφῆναι, καὶ τῶν ἐνοικούντων ἔρημον. Καὶ ὠλόθρευσε μὲν τὴν Σαμάρειαν, συνεξεῖλε δὲ αὐτῇ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις· σέσωκε δὲ παραδόξως Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις. Τίς οὖν ὁ τοῦδε λόγος; Ναὶ, φησὶν, ἐπειδὴ γὰρ οὐχ ἅπας δεδυσσέβηκεν ὁ Ἰσραὴλ, ἀλλ' ἦσαν τάχα πού τινες, οἱ καὶ δυσφοροῦντες ἄγαν ἐπὶ τοῖς δυσσεβοῦσιν εἰς Θεὸν, ταύτῃτοι γέγονεν ὁσία τε καὶ δικαιοτάτη ψῆφος, κατὰ μόνων ἄγουσα τὴν δίκην τῶν ἡμαρτηκότων. Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος ἀπονητὶ καταθρήσομεν, καὶ ὡς ἀπό γε τῶν γεγραμμένων ἐν τῷ προφήτῃ Ἰεζεκιήλ. Ἔφη μὲν γὰρ τεθεᾶσθαι τινὰς τῶν ἐξ Ἰσραὴλ προσκυνοῦντας τῷ ἡλίῳ, Θεοῦ δὲ λέγοντος ἀκοῦσαι περὶ αὐτῶν· «Ἑώρακας, υἱὲ ἀνθρώπου, μὴ μικρὸν τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας. Καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με.» Εἶτά φησιν ἄνδρα τεθεᾶσθαι ποδήρη τε ἔχοντα καὶ διεζωσμένον· καὶ πρὸς αὐτὸν εἰπεῖν τὸν τῶν ὅλων Θεόν· «Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἶπεν ἀκούοντός μου· Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν. Καὶ μὴ ἐλεήσητε, πρεσβύτερον καὶ νεανίσκον, καὶ παρθένον καὶ νήπια. καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν. Ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Ἄθρει δὴ οὖν ὄπως κατασφραγίζει Θεὸς τῇ παρ' ἑαυτοῦ χάριτι τὸν εὐσεβῆ τε καὶ γνήσιον. Καὶ ἐφ' οἷς ἂν ἕτεροι προσκρούειν ἀποτολμῶσιν αὐτῷ, χαλεπαίνοντά τε καὶ κατοιμώζοντα. Οὐκοῦν κἂν εἰ. . . . τῶν ἐξ Ἰσραὴλ ὑπάρχοι πληθὺς, καὶ ψάμμοις παρεκάζοιτο ταῖς ἐν ἠϊόσι κειμέναις, τὸ κατάλειμμα σωθήσεται. Καὶ συμβέβηκε μὲν τοῦτο κατὰ τοὺς Ἐζεχίου καιρούς. Διόλωλε γὰρ, ὡς ἔφην, ἡ Σαμάρεια, καὶ πλεῖσται τῆς Ἰουδαίας συνεξῄρηνται πόλεις. Πέπρακται δὲ τοῦτο καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς μετὰ σαρκός. Τότε γὰρ τότε καὶ λόγον συντέμνων ἐν δικαιοσύνῃ πεποίηκεν ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλων ἔρχεται μακρῶν, καὶ περισκελῆ ποιεῖται τοῦ χρησίμου τὴν δήλωσιν, δι' αἰνίγματος καὶ σκιᾶς ὑποφαίνων μόλις τὸ τελοῦν εἰς ὄνησιν. Ὁ δέ γε σωτήριός τε καὶ εὐαγγελικὸς ἡμῖν λόγος βραχύς τέ ἐστιν καὶ οἷον συντετμημένος, ἤτοι σύντομος, γυμνὴν ἔχων τὴν ἀλήθειαν, καὶ τῆς ζωῆς τὴν ὁδὸν ἐναργῆ καθιστὰς, οὐ δυσχερίας ἐνούσης, οὐκ ἀσαφείας τινὸς τοῖς κηρύγμασιν ἐπενηνεγμένης. Ἁπλοῦν γὰρ, ὡς ἔφην, τῆς ἀληθείας τὸ χρῆμα. Σέσωσται δὲ καὶ τότε τὸ κατάλειμμα τοῦ