Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.297
Not analysed yet
Ἰσραὴλ, τοῦτ' ἔστιν, οἱ πίστει τιμήσαντες τὴν ἐπιφάνειαν αὐτοῦ, τῆς ἑτέρας πληθύος παθούσης τὴν ἀποστροφήν. Πεπαρῳνήκασι γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον, προαπεκτονότες προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους· καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων ἐπιτηδεύσαντες; Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Ἐπειδὴ γὰρ ὁσίᾳ ψήφῳ καὶ τῇ αὐτῷ πρεπούσῃ κεχρημένος ἡμερότητι, σώζει μὲν τοὺς γνησίους, παραδίδωσι δὲ τοὺς λελυπηκότας αὐτὸν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, φησὶν, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Ἀφίκετο μὲν γὰρ ὁ Ῥαψάκης εἰς Ἱερουσαλὴμ, καὶ πεπολιόρκηκεν αὐτὴν, ἠπείλησε δὲ κατεμπρήσειν καὶ ὀλοθρεύσειν ἅπαντας. Ἠδίκησε δὲ παντελῶς οὐδέν. ᾬχετο γὰρ φυγὰς, πεσούσης αὐτῷ παρ' ἐλπίδα τῆς στρατιᾶς, καὶ ἀπολομένης ἐν μιᾷ νυκτί. Οὐκοῦν ὠλόθρευσε μὲν μαχαίρᾳ τοὺς ἐν Σιών. Ἐπειδὴ δὲ ἅπαξ κατεπτόησε ταῖς ἐφόδοις, καὶ ἐν φόβῳ τοῦ παθεῖν γενέσθαι παρεσκεύασε, μονονουχὶ ῥάβδον ἀνατείνας ἐπ' αὐτοὺς ὁρᾶται μόνην. Μὴ τοίνυν, φησὶ, καταδείσῃς ἀπὸ τῶν Ἀσσυρίων, ῥάβδῳ γάρ σε πατάξει, καὶ βραχεῖαν ὥσπερ ἐποίσει τὴν πληγὴν, τὴν ὡς ἀπό γε τοῦ δείματος, ἐφιέντος ἐμοῦ καὶ τοῦτο πράττεσθαι κατὰ σοῦ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, τοῦτ' ἔστιν, ἵνα μάθῃς, ὅσον σαυτὸν ἠδίκησας, ἀπελθὼν εἰς Αἴγυπτον, καὶ τὴν ἐκεῖθεν ζητήσας ἐπικουρίαν, παρεωραμένου Θεοῦ σώζοντος. Ἐζεχίας μὲν οὖν, οὗ καὶ βασιλεύοντος πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ Ἀσσύριος, οὐκ ἐζήτησε τὴν τῶν Αἰγυπτίων ἐπικουρίαν. Ὠσηὲ δὲ μᾶλλον τοῦ Ἠλὰ βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ τοῦτο πεπραχὼς εὑρίσκεται. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαβίδ. Καὶ ἐβασίλευσεν Ἐζεχίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. Ἐν ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. Καὶ ἐποίησε πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.» Ἐπ' αὐτὸν ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος· καὶ ἐπέστρεψεν αὐτῷ Μαναῆ. Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου· καὶ οὐκ ἤνεγκε Μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτὴν τρία ἔτη. Ἰστέον δὲ ὅτι καὶ Ἄχαζ ὁ Ἐζεχίου πατὴρ, πολεμοῦντος αὐτῶ τοῦ Δαμασκηνῶν βασιλέως, ἐξεπρίατο τὴν ἐπικουρίαν τὴν παρά γε τῶν Ἀσσυρίων, ἐφ' ᾧ καὶ σφόδρα λελύπηται Θεός. Ἐπάγω τοίνυν, φησὶν, ἐπὶ σὲ πληγὴν, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου· πλὴν ἔτι μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Διολώλασι γὰρ, ὡς ἔφην,