Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.300.1
Not analysed yet
ὑπὸ θείας ὀργῆς. Βουλευσάμενοι δὲ καὶ αὐτὴν χειρώσασθαι τὴν Ἱερουσαλὴμ, διημαρτήκασι τοῦ σκοποῦ, καὶ γέγονεν αὐτοῖς ἄπρακτος ἡ σκέψις, Θεοῦ μεταθέντος εἰς πᾶν τοὐναντίον τῶν προσδοκηθέντων τὸ πέρας, Καὶ ἐπεγερεῖ ὁ Θεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον. Πεσοῦνται, φησὶν, ὀργῆς ἐπ' αὐτοῖς ἐπενηνεγμένης τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ· καὶ οὐδενὸς παντελῶς δεήσει πόνου τοῖς ἐξ Ἰσραήλ. Περιέσονται γὰρ, οὐ τόξων βολαῖς, οὐκ εὐσθενείᾳ χειρῶν, οὐ πολεμικαῖς ἐμπειρίαις χρώμενοι, κρατήσουσι δὲ μᾶλλον διὰ χειρὸς Θεοῦ, πληττούσης τε καὶ δαπανώσης τὸν ἀλαζόνα λαόν· καθάπερ ἀμέλει συνέβη παθεῖν καὶ Μαδιηναίους. Οἱ μὲν γὰρ κατὰ πληθὺν καὶ κατὰ γένος συνειλεγμένοι κατεληίζοντο μὲν μικροῦ δεῖν ἅπασαν τὴν τῶν Ἰουδαίων χώραν, καὶ ἀφόρητον αὐτοῖς ἐμποιοῦντες τὸ δεῖμα, πόλεων μὲν καὶ κωμῶν ἀπανίστασθαι καὶ οὐχ ἑκόντας ἠνάγκαζον, ἐναυλίζεσθαι δὲ μόλις, καὶ τοῦτο περιδεῶς ταῖς τῶν ὀρῶν κορυφαῖς. Ἀλλ' ἐπήμυνε καὶ τότε Θεὸς, καὶ σέσωκε κεκινδυνευκότας διὰ χειρὸς Γεδεὼν κομιδῇ βραχεῖς ἔχοντας τοὺς συνασπιστὰς, οἳ καὶ τὰς τῶν ἐναντίων τεθορυβήκασι φάλαγγας, ἐν νυκτὶ καὶ σκότῳ τὰς ὑδρίας συνθραύσαντες, καὶ δᾷδας ἐπιδειξάμενοι, καὶ σαλπίσαντες ταῖς κερατίναις, ὥστε καί τι τοιοῦτον συνέβη παθεῖν τοῖς ἐκ Μαδιάμ. Ἐπειδὴ γὰρ συνεχύθη τὰ τάγματα, καταπτοοῦντος Θεοῦ, διακρίνειν οὐκ ἔχοντες ὡς ἐν σκότῳ καὶ νυκτὶ, τίς ὁ φίλος, ἢ συγγενὴς, ἢ τίς ὁ πολέμιος, συνεπλέκοντο μὲν ἀλλήλοις, ἔδρων δὲ τὰ τῶν ἐχθρῶν, καὶ ταῖς ἀλλήλων χερσὶν οἰκτρῶς διολώλασιν. Ἐπενεχθήσεται τοίνυν, φησὶν, κατὰ τὴν πληγὴν τὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. Τόπον δὲ θλίψεως, ἤτοι καιρὸν ὀνομάζει τὸν ἐν ᾧ ταυτὶ γενέσθαι συμβέβηκεν. Ὅτι δὲ μονονουχὶ καὶ ἀποπλανήσει Θεὸς τὸν τοῦ βαρβάρου θυμὸν, καὶ ἐφ' ἑτέρους αὐτὸν παρατρέψει, καταμηνύει λέγων· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον. Ὁ μὲν γὰρ τῶν Ἀσσυρίων βασιλεὺς Θεγλαφαλασὰρ, οὗτος ἦν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, δασμοὺς ἐπέθηκε τοῖς οἰκοῦσιν αὐτὴν, τέλη τε καὶ φόρους ἐξῄτει τοὺς κατὰ καιρὸν βασιλεύοντας ἐπὶ τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ ἧκεν εἰς τοῦτο, καὶ κεκράτηκε τῆς Σαμαρείας Ὠσηὲ υἱὸς Ἠλὰ, οὐκ ἔπεμψε Μαναὰ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καθὰ γέγραπται. Ἐπειδὴ δὲ ᾔδει πάντη τε καὶ πάντως ἐκεῖνον ἀγανακτήσοντα, τὴν τῶν Αἰγυπτίων κατεμισθοῦτο χεῖρα πρὸς ἐπικουρίαν, εἰ δὴ βούλοιτο τὸν πολέμου νόμον ὁπλίζεσθαι κατ' αὐτῶν ὁ δασμοὺς ἐπιθεὶς καὶ τέλη. Καθυπισχνοῦντο δὲ τοῦτο καὶ μάλα ἑτοίμως οἱ τῶν Αἰγυπτίων κρατοῦντες τὸ τηνικάδε. Πρὸς τοῦτο λελυπημένος ὁ Ἀσσύριος, πανστρατιᾷ κατέθει τὴν Αἰγυπτίων, ἔγκλημα τοῖς κρατοῦσιν αὐτῆς ἐκεῖνο τιθεὶς, τὸ ἀποσκιρτῆσαι τὸν Ὠσηὲ, καὶ ἀποσείσασθαι τὸν αὐτοῦ ζυγὸν, ἀπονοίας λαβόντα πρόφασιν τῆς παρ' αὐτῶν ἐπικουρίας τὴν ὑπόσχεσιν. Ὅτι τοίνυν τὸν τοῦ βαρβάρου θυμὸν, καθάπερ ἔφην ἀρτίως, μεταθήσει Θεὸς ἐφ' ἑτέρους, διαμεμήνυκεν εἰπών· Καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον. Ἀνῴκισται μὲν γὰρ θαλάσσης τὰ Ἱεροσόλυμα, ὁδὸν δὲ τὴν πρὸς τὴν τῶν Αἰγυπτίων φέρουσαν καὶ λίαν ἀμογητὶ, τὴν θαλάσσης γείτονα καὶ εἰς δεῦρό φασιν.