Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.301
Not analysed yet
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, Ἀφαιρεθήσεται ὁ φόβος αὐτῶν ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. Ἔφην ὅτι δασμοὺς ἐπέθηκε τοῖς ἐξ Ἰσραὴλ κεκρατηκὼς ὁ Ἀσσύριος, καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἤθελε τὸν ἐκνεμηθέντα λαὸν τῷ παναγίῳ Θεῷ. Ταύτης τε ἕνεκα τῆς αἰτίας κατὰ τῶν Αἰγυπτίων ὡπλίζετο. Τί οὖν ἄρα φησί; Νενικηκὼς Αἰγυπτίους ἐπιθήσει πάλιν τὸν ἑαυτοῦ ζυγὸν τοῖς ἐλεύθερον ἐσχηκόσιν ἀεὶ τὸν αὐχένα, καὶ μόνην εἰδόσι τὴν ὑπὸ Θεῷ βασιλείαν; Οὐδαμῶς, φησίν. Ἀφαιρεθήσεται γὰρ κατ' ἐκεῖνο τοῦ καιροῦ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου. Ἐπειδὴ γὰρ πέπτωκεν ὁ ἀριθμοῦ κρείττων ἐκεῖνος λεὼς, καὶ ἀπόλωλεν ἐν μιᾷ νυκτὶ, δαπανῶντος ἀγγέλου, πῶς οὐκ ἐξῄρηται πᾶς φόβος; Ἢ πῶς ὁ ζυγὸς ὁ κατὰ παντὸς ὤμου, μονονουχὶ καὶ ἀπετινάχθη, καὶ πρός γε τούτῳ καὶ κατεφθάρη, τοῦτ' ἔστιν, εἰς ἅπαν ᾤχετο; Ζητοῦντες ἐκεῖνο τὸ σώζεσθαι μόνον, καὶ οἴκοι δραμεῖν, καὶ οὐκ ἐπαίροντες ἔτι κατὰ τῆς Ἰουδαίας τὴν πρώτην ὀφρύν. Ἐσκέπτετο γὰρ, ὡς ἔφην, τοῖς Ἰουδαίοις αὐτὴν ὑποθεῖναι ζυγοῖς. Μεματαίωται δὲ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ πρὸς πᾶν τοὐναντίον τὸ προσδοκηθὲν ἐκβέβηκεν. Ἐσώζετο γὰρ ἀγαπητῶς οὐχ ὅπλοις νενικημένος, θείοις δὲ μᾶλλον νεύμασιν καὶ ἀγγέλου χειρί· καὶ τό γε παράδοξον. Ἵνα γὰρ φαίνηται πάντα εἰδὼς, καὶ τῶν πραγμάτων τὸ πέρας, κἂν εἰ μή πω γέγονεν, ἐν ὀφθαλμοῖς ἔχων ὡς Θεὸς, καὶ τῆς ἐκείνου φυγῆς σαφέστατόν τε καὶ ἐναργῶς ἀπαγγέλλει τὸν τρόπον, τόπους τε καὶ καταλύματα, καὶ ὅτι πλείστας ἐκδειματώσει τῆς Ἰουδαίας πόλεις, καίτοι φυγὰς ἀποδραμὼν ὁ δείλαιος. Ἥξει γὰρ, φησὶν, εἰς πόλιν Ἀγγαὶ, καὶ παρελεύσεται εἰς Μαγεδώ. Πόλεων δὲ καὶ κωμῶν, ἤτοι τόπων ὀνόματα ταυτί. Καὶ ἐν Μαχμᾶς θήσει τὰ σκεύη αὐτοῦ. Φασὶ γὰρ Ἑβραῖοι γεγονότα τὸν Ἀσσύριον ἐν Μαχμᾶς, ἅπασαν αὐτοῦ τὴν ἀποσκευὴν ἐκεῖ καταλεῖψαι, δεδιότα τῶν ἐξ Ἰσραὴλ τὴν ἔφοδον. ᾬετο γὰρ ὅτι δραμοῦνται διώκοντες. Εἶτά φησι· Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί. Φόβος λήψεται Ῥάμα πόλιν Σαούλ. Φεύξεται ἡ θυγάτηρ Γαλλὶμ, ἐπακούσεται ἐν Ἀναθώθ· ἐξέστη Μαδεβηνᾶ, καὶ οἱ κατοικοῦντες Γιββεΐρ. Ἔχει δέ τι τοιοῦτον ἡ τῶν Ἑβραίων παράδοσις. Φασὶ γὰρ ὅτι [δέκα] διασωθέντες μόνοι πρὸς αὐτὸν ὑπενόστησαν ἐκ τῶν Ἱεροσολύμων καὶ τὸ γεγονὸς ἀπηγγέλκασιν. Εἶτα σὺν ὀλίγοις κομιδῇ πρὸς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο, καὶ πάσας τεθορύβηκε τάς τε κώμας καὶ πόλεις, καὶ μόνην αὐτοῦ τὴν ὡς ἐν φυγῇ καὶ δειλίᾳ πάροδον ἀφόρητον ἐποιήσαντο. Ἔνθα δ' ἂν ἐπαμύνῃ Θεὸς καὶ σώζειν ἐθέλῃ, ἐκεῖ τὸ λυποῦν οὐδὲν, ἀλλὰ πᾶσα μὲν ἀτονήσει τῶν πολεμούντων ἡ χεὶρ, ἀπρακτήσει δὲ ἰσχὺς καὶ πολέμων ἐμπειρία, καὶ τέχνη τῶν τακτικῶν. Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρί. Παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ. Συνθέντες τὴν λέξιν ἐποίσομεν ἀναγκαίως τὴν τοῦ νοήματος διασάφησιν. Ὦ τοίνυν βουνοὶ, φησὶ, τοῦτ'