Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.304
Not analysed yet
ἔστιν, οἱ προὔχοντές τε καὶ ὑπερκείμενοι, καὶ τῶν ἄλλων οἱ ὑπερανεστηκότες ἐν τῇ Ἱερουσαλήμ. Σημαίνει δὲ διὰ τούτων ἢ προφήτας ἁγίους, ἢ καὶ αὐτὸν τὸν τῶν ἱερέων χορόν. Παρακαλεῖτε τὸ ὄρος, τοῦτ' ἔστι, τὴν ἐμὴν θυγατέρα Σιών. Παρακαλεῖτε δὲ μονονουχὶ καὶ χειρὶ καταψῶντες, καὶ ἐπαφώμενοι κεφαλῆς, ὥστε ἐμμεῖναι ταύτῃ τῇ ὁδῷ. Ποίᾳ δὲ ταύτῃ; Τῇ εἰς Θεὸν πεποιθήσει δηλονότι. Ἐπήγγελται μὲν γὰρ, ὅτι καὶ ἐξελεῖται, καὶ διασώσει ῥᾳδίως, καὶ καταβάλλει [al. καταβαλεῖ] τὸν Ἀσσύριον, καὶ ἀποστήσει τὸν φόβον αὐτοῦ, καὶ καταφθείρῃ τὸν ζυγὸν, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάξει πλεονεξίας. Ἀλλ' ἔσται ταῦτα, φησὶν, ὅταν ἐμμείνωσι ταύτῃ τῇ ὁδῷ, δῆλον δὲ ὅτι τῇ εἰς Θεὸν πεποιθήσει. Διὸ δὴ παρακαλεῖτε σήμερον, τουτέστι, κατά γε τὸν ἐοικότα τῷ πράγματι καιρὸν, καὶ ἱδρυμένον ἐνεργάζεσθε τὸ φρόνημα αὐτῇ. Οὐ γὰρ ἔστι διαψεύδεσθαι τὴν ἀλήθειαν, οὐ ψευδοεπήσει Θεός. Εἰ γὰρ δὴ κατανεύσειέ τι, τοῦτο δὴ πάντως ἥξει πρὸς πέρας, ὅταν ἡμεῖς τῇ πίστει τιμῶμεν, καὶ γνησίῳ φρονήματι κατευφραίνωμεν τὸν διασώζειν ἐπηγγελμένον. Κατὰ τόνδε τὸν ἴσον τρόπον καὶ ἡμᾶς αὐτοὺς παρακαλοῦσιν οἱ ἅγιοι λέγοντες, Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ἡμῶν, καὶ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἔφη δὲ καὶ αὐτὸς διὰ φωνῆς τοῦ Δαβὶδ, περὶ παντὸς ἀνθρώπου πεποιθότος ἐπ' αὐτὸν, καὶ τὴν ἐλπίδα θεμένου· «Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν.» Δοξάσει γὰρ τοὺς δοξάζοντας αὐτὸν ὁ πάντων ἡμῶν Σωτὴρ καὶ Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΒΙΒΛΙΟΝ Βʹ, ΤΟΜΟΙ Εʹ. ΤΟΜΟΣ Αʹ. Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ περὶ τῶν τε τῶν Ἀσσυρίων ὁ λόγος ἦν, καὶ τοῦ τὰ Περσῶν διοικοῦντος κράτη, καταστρατεύοντος μὲν τῆς Ἰουδαίας καὶ τῶν Ἱεροσολύμων, παθόντος δὲ ἀδοκήτως τὰ ἐκ θείας ὀργῆς. Σέσωσται γὰρ παραδόξως ὁ Ἰσραὴλ, οὐ τόξον ἐντείνας, οὐ θυρεὸν ἁρπάσας, οὐχ ἱππότην, οὐ τέχνῃ