Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.305
Not analysed yet
ταῖς ἐκείνου φάλαγξιν ἀντεξάγων, οὐ πολέμου νόμῳ τῆς τῶν ἐναντίων κατακρατήσας χειρὸς, ἀλλ' ἐν δυνάμει Θεοῦ καὶ χάριτι. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶ, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὖ δὴ γεγονότος ἐναργοῦς, οἱ μὲν ἀπολεῖσθαι προσδοκῶντες ἐχόρευον, ἀνεκόμιζόν τε τῷ διασώσαντι Θεῷ τὰς χαριστηρίους ᾠδὰς λέγοντες τό· «Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.» Καὶ πρός γε δὴ τούτοις· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Ὁ δὲ θρασὺς, καὶ ὑπέροπτος, καὶ τὸ μέγα καὶ ἐξίτηλον ἐκεῖνο βοῶν, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι, μάτην ἐφ' ἑαυτῷ μέγα φρονήσας ἠλέγχετο. Διέδρα γὰρ μόλις, καὶ φυγὰς οἴκοι μεθίστατο τὴν Ἰουδαίαν ἀφείς. Τοιγάρτοι καὶ ἔφασκεν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Κατεγράφετο δὲ καὶ ὁ τῆς φυγῆς τρόπος, μονονουχὶ πόλεις τε καὶ κώμας κατασείοντος αὐτοῦ τῇ παρόδῳ. Καὶ πάλιν· Φόβος λήψεται Ῥαμὰ πόλιν Σαούλ. Διερμηνεύοντες δὲ τὰ τοιάδε, πεποιήμεθα τὴν ἀφήγησιν ἱστορικωτέραν μὲν, πλὴν οὐκ ἔξω τῆς ἀληθείας. Πᾶσα γάρ πως ἀνάγκη, τῇ τῶν προκειμένων ποιότητι καὶ δυνάμει κατάλληλον τὸν τῆς ἑρμηνείας ἐφαρμόζεσθαι λόγον. Ἐπειδὴ δέ ἐστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, διὰ τῶν ἐν τάχει, καὶ ἱστορικῶς δρωμένων καταδηλοῦν ἔσθ' ὅτε τὰ μυστήρια, καὶ κεκρυμμένων ἐννοιῶν ἀναπλάττειν εἰκόνας, φαμὲν ὅτι τετυράννηκε μὲν καθ' ἡμῶν ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ τοῖς τοῦ Σωτῆρος λαοῖς τοῖς ἡγιασμένοις, δηλονότι διὰ Πνεύματος, καὶ κεκαθαρμένοις διὰ τῆς πίστεως, δεινῶς ἐπεπήδα καὶ πικρῶς, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατεστρατεύετο, τῶν ὑπὸ χεῖρα πνευμάτων ἐπισείων αὐτῇ τὴν ἀνοσιωτάτην φάλαγγα· καὶ τάχα που καὶ ἀναστρέψειν αὐτὴν ᾠήθη δύνασθαι, καὶ λίαν ἀμογητὶ, τὴν σεπτὴν ἀληθῶς καὶ ἁγίαν πόλιν τοῦ Θεοῦ, τὴν νοητὴν Ἱερουσαλὴμ, ἀλλ' ἥλω πεφρονηκὼς τῶν ἐνδεχομένων οὐδέν. Οὐ γὰρ ἦν ἰσχύσαι, τὴν ἁγίαν αὐτὸν ἐκπολιορκῆσαι πόλιν, καὶ κατακρατῆσαι δεξιᾶς τῆς οὕτω εὐσθενεστάτης. Τίς γὰρ ἀντιστήσεται τὰ πάντα ἰσχύοντι Θεῷ; Ἀπόλωλε τοίνυν ὁμοῦ τοῖς οἰκείοις ὑπασπισταῖς, καὶ τῆς τῶν εὐσεβούντων ἀγέλης ἀπελέλακται, θηρὸς ἀνημέρου δίκην ἐπιπηδῶν· ἐκβέβληται δὲ τῆς καθ' ἡμῶν τυραννίδος. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδαξεν εἰπών· «Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου, νῦν ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐπὶ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ἀνατροπὴ γὰρ θανάτου, καὶ διαβόλου καθαίρεσις, καὶ ἁμαρτίας ἀναίρεσις τὸ τοῦ Χριστοῦ γέγονε πάθος, ὑψουμένου μὲν ἐπὶ τοῦ σταυροῦ, κατακομίζοντος δὲ καὶ καταῤῥιπτοῦντος εἰς γῆν τοῦ διαβόλου τὸ καύχημα. Ἐπὶ καιροῦ τοίνυν μετ'