Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.308
Not analysed yet
ἐκεῖνα καὶ νῦν ὁ τῶν ὅλων Θεὸς, τὸν περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Μονογενοῦς εἰσκομίζει λόγον, καὶ προαναφαίνει τὸ μυστήριον διὰ φωνῆς προφητῶν, ἵνα τῶν πραγμάτων εἰς πέρας ἐκβεβηκότων, ἀναμφίλογον δέχοιτο παρὰ πάντων τὴν πίστιν. Τί τοίνυν φησίν· «Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος;» Εἰς καινότητα ζωῆς εὐαγγελικῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἀναμορφοῖ τοὺς ἐπὶ τῆς γῆς, ἀνατετραμμένων δηλονότι τῶν ἀρχαιοτέρων ἐθῶν, καὶ τῶν ἐν σκιαῖς καὶ τύποις, οὐκ ἐχόντων ἔτι τὸ δύνασθαι κρατεῖν. Ἀλλ' ὁ μὲν τῆς ἀφίξεως τῆς εἰς τόνδε τὸν κόσμον αὐτῷ σκοπὸς γέγονεν οὑτοσὶ, καὶ διακηρύξων ἀφῖκται, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ὅτι τὰ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα, τουτέστιν, ὁ ἐν γράμμασι νόμος, καταίρει λοιπὸν εἰς τέλος, μεταπλαττομένης, ὡς ἔφην, εἰς τὰ ἀμείνω καὶ πνευματικὴν πολιτείαν τῆς τῶν πιστευόντων διανοίας. Καινὰ γὰρ πάντα τὰ ἐν Χριστῷ. Ἀλλὰ καίτοι καταπείθεσθαι δέον αὐτῷ, καὶ πρό γε τῶν ἄλλων τῆς Ἰουδαίων συναγωγῆς τοὺς προεστηκότας, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν οὐ μετρίως κομπάζοντας, ἐκ τῶν ἐναντίων ἀντεφέροντο νεανικῶς, ἀντέπραττον ἀφοσίως, καὶ τὸν διὰ τοῦ πανσόφου Μωσέως ἀεὶ λαλοῦντες νόμον, ἄπρακτον ἀποφαίνειν ἤθελον τό γε ἧκον εἰς αὐτοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον. Ἀλλ' ἦν ἀνέφικτον αὐτοῖς τοῦτο δρᾷν, ἀντεξάγοντες δὲ τῷ πάντων Σωτῆρι καὶ Θεῷ τὸ οἰκεῖον θέλημα, κακοὶ κακῶς διολώλασι, τοῦτο μὲν ἀλλήλοις ἐπιφυόμενοι, καὶ τὸν πολέμου νόμον ἐπιβουλεύοντες, τοῦτο δὲ ταῖς Ῥωμαίων περιπεσόντες χερσὶν, οἳ καὶ αὐτὸν ἐνέπρησαν τὸν ναόν. Ἰδοὺ τοίνυν ὁ Δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος. Κύριον Σαβαὼθ ὀνομάζει τὸν συνταράσσοντα, καταπτοῶν τοῖς δείμασι τοὺς ἀκροωμένους, ἵνα μή τις οἴηται τάχα που, καὶ ἀσθενήσειν αὐτὸν, ἢ καὶ ἀνηνύτοις ἀπειλαῖς κεχρῆσθαι μᾶλλον, καὶ οὐχὶ δὴ πάντως ἐκβησομέναις εἰς πέρας. Τί γὰρ ἀνήνυτον ἔσται τῶν ἐγχειρουμένων παρὰ Κυρίου Σαβαώθ; Συντριβήσεσθαι δέ φησι τοὺς ὑψηλοὺς τῇ ὕβρει. Ὑψηλοὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας ἁγίους ἀποκτείναντες μόνον, καὶ τοῖς κάλλιστα συμβουλεύουσιν ἀνέδην λέγοντες· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,» ἀλλὰ γὰρ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, καὶ τὸ κέρας μὲν εἰς ὕψος ἐπαίροντες, ἀδικίαν δὲ λαλοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἀλλ' οὗτοι ταπεινωθήσονται, φησὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Διολώλασι γὰρ, ὡς ἔφην, τοῦτο μὲν τομωτάτην ἐπιφέροντος αὐτοῖς τὴν ὀργὴν, καὶ οἷον ὀξείᾳ μαχαίρᾳ δαπανῶντος αὐτοὺς τοῦ Θεοῦ, καὶ τῶν τῆς δικαιοσύνης ἀποκείροντος αὐχημάτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἀποπέμποντος, ἤγουν καὶ καθ' ἕτερον τρόπον, μαχαίρᾳ πεσεῖσθαί φησιν αὐτοὺς, τῇ τῶν πολεμίων δηλονότι, καθάπερ ἔφην ἀρτίως. Ἀλλὰ καὶ ὁ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Λίβανον ἐν τούτοις κατά γε τὸ εἰκὸς ὀνομάζει τὸν νεὼν,