Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.320.1
Not analysed yet
άγει δὲ τούτοις καὶ ἕτερά τινα τῶν ὅτι μάλιστα θεοπρεπεστάτων ἀξιωμάτων, ἂ καὶ προσεῖναί φησι τῷ πάντων Σωτῆρι Χριστῷ, ὅτι μὴ ψιλὸς ἄνθρωπος καθ' ἡμᾶς, ἀλλ' ἦν, ὡς ἔφην, σαρκωθεὶς καὶ ἐνανθρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Τί τοίνυν ἐργάσεται; φησίν. Πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ποίαν ἄρα γῆν; Μάλιστα μὲν ἣν ἂν καταράσαιτο. Ἀληθὲς δ' ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον. Κατηράσατο γὰρ σύμπασαν γῆν, ἤτοι τὴν ἀνθρώπου φύσιν, εἰπὼν ἐν Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Κατηράσατο γὰρ οὐδὲν ἧττον κόσμον ἀσεβῶν ὕδατι καταπνίξας. Κατηράσατο δὲ πρὸς τούτοις τὴν Ἰουδαίαν, ἐμπαροινησάντων αὐτῷ τῶν οἰκούντων αὐτήν. Ἔφη γάρ· «Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Ἐν γὰρ τῷ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν, τὸ τῆς ἐγκαταλείψεως τῆς ἐπ' αὐτῇ γενομένης διαφαίνεται πάθος. Ἐγκαταλειφθεῖσα δὲ παρ' αὐτοῦ δεδαπάνηται καὶ πολέμῳ καὶ πυρὶ, καὶ ταῖς τῶν ἀνῃρηκότων χερσίν. Ἕτερον δὲ πρὸς τούτῳ σημεῖον, καὶ τῆς ἀνωτάτω δυνάμεως ἀποτέλεσμα, τὸ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖν ἀσεβῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸ ἀνθρώπινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνὴ, τῇ δὲ ἀῤῥήτῳ δυνάμει τοῦ πνεύματος ἡ τῶν δαιμονίων πληθὺς συνεθραύετο. Ἔσται δὲ, φησὶ, καὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς. Ὅμοιον γὰρ ὡς εἰ λέγοι, Δύναμις αὐτῷ, καὶ ἀξίωμα τῶν μὲν ἐν κόσμῳ τὸ σύμπαν οὐδὲν, δόξα δὲ μᾶλλον ἡ θεοπρεπὴς, καὶ οἷον ἐζῶσθαι δικαιοσύνῃ καὶ ἀληθείᾳ. Ζώνη δὲ σημεῖον ἀρχῆς, καὶ τὸ εἱλῆσθαι λέγειν αὐτὸν τὰς πλευρὰς, ἕτερον οὐδὲν εἴη ἂν ἢ αὐτὸ δὴ τοῦτο κατασημαίνοντος, ὅτι καθάπερ τινὰ ζωστῆρα περικείσεται τὴν δικαιοσύνην, καὶ πρὸς αὐτῇ τὴν ἀλήθειαν. Εἰκὸς δὲ δὴ ὅτι καὶ δικαιοσύνην καὶ ἀλήθειαν τὸ νέον τε καὶ εὐαγγελικὸν ἀπεκάλεσε κήρυγμα, κατά τε τὸ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς πρὸς αὐτὸν εἰρημένον· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια.» Δικαιοσύνης μὲν γὰρ διδάσκαλος καὶ ὁ νόμος ἦν, ἀλλ' οὐ μεμένηκεν εἰς τὸν αἰῶνα, τῆς κρείττονος καὶ τελεωτέρας εἰσκεκομισμένης, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Ἦν δὲ καὶ ὁ πάλαι νόμος οὐκ ἀλήθεια μᾶλλον, ἀλλὰ τύπος καὶ σκιά· Χριστὸς δὲ καὶ τὰ αὐτοῦ καθαρῶς ἡ ἀλήθεια. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον, καὶ ταῦρος, καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς. Καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται· καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, παὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ· καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ' οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θάλασσαν.