Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.321
Not analysed yet
Πρὸς τοῖς ἤδη προειρημένοις, μέγα καὶ ἐξαίρετον καὶ τοῦτο σημεῖον, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐκ ἀθαύμαστον ἀποτέλεσμα δοίη τις ἂν εἶναι, καὶ μάλα εἰκότως. Πρὶν μὲν γὰρ γενέσθαι καθ' ἡμᾶς ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· πρὶν ἐπιλαβέσθαι σπέρματος Ἀβραὰμ, ὁμοιωθῆναί τε κατὰ πάντα τοῖς ἀδελφοῖς, καθὰ γέγραπται, σύμπαν τὸ ἐπὶ γῆς γένος, φημὶ δὴ τὸ ἀνθρώπινον, εἰς ἔθνη διῄρητο δύο, εἴς τε τῶν Ἰουδαίων, καὶ τῶν τῇ κτίσει λελατρευκότων παρὰ τὸν κτίσαντα. Καὶ γνωστὸς μὲν ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· πολὺς δὲ καὶ ἄπλετος εἰδώλων ἐσμὸς παρὰ τῶν ἑτέρων ἐθρησκεύετο· καὶ τὸ ἑκάστῳ δοκοῦν τῇ τοῦ Θεοῦ δόξῃ τετίμητο· «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ἀλλ' Ἰουδαῖοι μὲν διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οἱονεί πως ἐξημερούμενοι καὶ τοῖς τῆς δικαιοσύνης τρόποις τιθασσευόμενοι, βίον τετιμήκασιν ἀνθρωποπρεπῆ· οἵ γε μὴν ἕτεροι, τοῦτ' ἔστιν, οἱ τοῖς ἀψύχοις εἰδώλοις λατρεύοντες, τὸν ἰθυντῆρα νόμον οὐκ ἔχοντες δεινοί τε ἦσαν τὰς γνώμας, ἄγριοί τε καὶ ἁρπακτικοὶ ἕτοιμοι πρὸς πλεονεξίας, ὁρμητίαι πρὸς ἡδονὰς καὶ τὰς ἄγαν ἐκτόπους, καὶ πρὸς πᾶν τῶν αἰσχίστων ὁτιοῦν προαλέστατοι· ὧν ὁ μέν τις ἦν λύκῳ προσεοικὼς, ὁ δὲ παρδάλεσι παραπλήσιος, διά τε τὸ πλείσταις ὅσαις καὶ πολυειδέσι παθῶν διαφοραῖς μονονουχὶ κατεστίχθαι τὰς φρένας· ὁ δὲ ἐπί τοι τὴν γνώμην ἄσχετος ἦν, τὴν καθ' ὧν ἕλοιτο πλεονεξίαν ἀμογητὶ κατορθῶν, τοῖς λέουσιν εἰκασμένος διετέλει κατὰ τὸν βίον. Ἀλλὰ τοῖς οὕτως ἀγρίοις ἤθεσί τε καὶ τρόποις ἐντεθραμμένοι, Χριστοῦ μεταπλάττοντος εἰς ἡμερωτάτην τε καὶ ἁγίαν ζωὴν, κατέληξαν μὲν τῆς ἐνούσης αὐτοῖς ὠμότητος· τετιμήκασι δὲ καὶ αὐτοὶ τὸν ἀνθρώποις πρέποντα βίον τὸν ἐν πραότητι δηλονότι. Πεπιστεύκασι γὰρ λέγοντι τῷ Χριστῷ· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁμοῦ τοιγαροῦν τῇ πίστει κεκερδήκασι καὶ τῆς ἀρχαίας ὠμότητος τὴν ἀπεμπολὴν, καὶ τὸ εἶναι χρηστοί τε καὶ πρᾶοι, καὶ τὸ τοῖς ἁγίοις ἀναμὶξ πολιτεύεσθαι. Κεχρηματίκασι γὰρ καὶ αὐτοὶ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ· τοῦτο οἶμαι πολυτρόπως ἡμῖν τὸν προφητικὸν ἐν τούτοις ὑπαινίττεσθαι λόγον. Συμβοσκηθήσεται γὰρ, φησὶ, λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, τοῦτ' ἔστι, διὰ Χριστοῦ συναφθήσονται τὰ ἄγρια τοῖς ἡμέροις, τὰ κατ' οὐδένα τρόπον ἱερὰ τοῖς ἱεροῖς καὶ ἁγίοις. Ὅσον γὰρ ἧκεν εἰς τὸ πεπαιδεῦσθαι νόμῳ τὸν Ἰσραὴλ καὶ τοὺς τῆς ἐπιεικείας εἰδέναι τρόπους, ἥμερός τε καὶ πρᾶος ἦν, ὁμοῦ τε καὶ ἱερὸς, καὶ οἷον προβάτῳ καὶ αἰγὶ παραπλήσιος· ἱερὰ δὲ ἄμφω καὶ καθαρὰ τὰ ζῶα, καὶ πρός γε τούτῳ τὸ τιθασσὸν παρ' αὐτῆς λαχόντα τῆς φύσεως. Λύκος δὲ καὶ πάρδαλις, καὶ μέντοι καὶ λέων, ἄγριά τε φυσικῶς, ἀσύμβατά τε τοῖς ἄλλοις· ἀλλ' ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται. Συνηνέχθησαν γὰρ ἀλλήλοις, Ἰουδαῖοί τε καὶ Ἕλληνες, κοινὴν ὥσπερ ποιούμενοι