Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.324.1
Not analysed yet
τροφὴν, τὸ εὐαγγελικόν τε καὶ ἀποστολικὸν δηλονότι κήρυγμα, καὶ ὑφ' ἑνὶ γεγονότες τῷ πάντων ἀρχιποιμένει, τῷ κατανέμειν εἰδότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι. Ἀλλὰ καὶ μοσχάριον, φησὶ, καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται. Ἔοικε δὲ μοσχάριον ἀποκαλεῖν, τὸν ἀρτιφυᾶ καὶ νέον τῶν πιστευσάντων λαὸν, τοῦτ' ἔστι, τὸν ἐν Χριστῷ νηπιάζοντα· ταῦρον δὲ τάχα που τὸν Ἰσραὴλ ὡς πρεσβυγενῆ. Νεογνοῦ γὰρ μόσχου πρωτερεύει ταῦρος κατὰ τὸν χρόνον. Ἤγουν διὰ μόσχου καταδηλοῖ τὸν ὡς ἐν γνώσει τε καὶ κατὰ ἀρετὴν ὑπερκείμενον. Ὁποῖόν ἐστι τὸ εὐλογηθήσεσθαι λέγειν παρὰ Κυρίου τοὺς σμικροὺς μετὰ τῶν μεγάλων, καὶ πρεσβύτας μετὰ τῶν νεωτέρων, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Οἶδεν δὲ καὶ ὁ σοφώτατος Ἰωάννης νοῦ καὶ ψυχῆς ἡλικίαν τοιαύτην. Γράφει γοῦν καὶ πατράσι καὶ παιδίοις, καὶ πρός γε τούτῳ καὶ νεανίσκοις, τὸ, οἶμαι, τῆς ἑκάστου διανοίας τὸ μέτρον, ἤτοι συνέσεως καὶ θεογνωσίας, ταῖς τῶν σωμάτων ἡλικίαις ἀφομοιῶν. Βοσκηθήσονται τοίνυν, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν, μοσχάριον καὶ ταῦρος, καὶ λέων. Ἀναπλέκει δὲ πάλιν χρησίμως μοσχαρίῳ τε καὶ ταύρῳ τὸν λέοντα, ἵνα πάλιν αἰνιγματωδῶς ἐννοῇς τοὺς ἐν πίστει δεδικαιωμένους, καὶ ὑπὸ σκῆπτρα γεγονότας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ οὐκ ἐκ μόνων εἶναι καθαρῶν τε καὶ ἱερῶν, ἤγουν ἐξ ἡμέρων τε καὶ πράων, τοῦτ' ἔστι, τῶν διὰ τοῦ νόμου τετιθασσευμένων, ἀλλὰ γὰρ καὶ ἐκ τῶν ἀγρίων, δῆλον δὲ ὅτι τῶν ἐθνῶν, συνείροντος εἰς ὁμοψυχίαν αὐτοὺς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, παραπέμποντός τε τὸ ἐντεῦθεν ἀγαθὸν καὶ εἰς παίδων παῖδας, ἤτοι τοὺς ἐξ αὐτῶν. Ἐκτείνεται γὰρ εἰς δεῦρο καὶ παρ' ἡμῖν ἡ εἰρήνη Χριστοῦ, καὶ τὸ ἐκ τῆς ὁμοψυχίας τε ὁμοῦ καὶ ὁμοπιστίας ἀγαθόν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ προστιθεὶς, ὅτι ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα, φησίν. Ἐπιτήρησον ὅτι οὐ τὸ ἥμερον εἰς τὴν τοῖς ἀγρίοις κατειθισμένην μεταφοίτησιν ἔφη τροφὴν, ἀλλ' εἰς τὴν τοῦ ἡμέρου τὸ ἄγριον· σαρκοβόρα μὲν γὰρ ὁμολογουμένως ἄρκτος καὶ λέων, βοῦς δὲ καὶ μόσχος, ἤγουν ἔριφος οὐκέτι· ποηφαγῆ δὲ μᾶλλον τὰ τοιάδε τῶν ζώων. Ἀλλὰ τῶν ἐν ἔθει, φησὶν, τὸ ἄγριον ἀποστήσεται. Μεταχωρήσει δὲ μᾶλλον ἐπὶ τὴν τῶν ἡμέρων τροφὴν, ἀχυροφαγήσει γὰρ καὶ αὐτά. Καὶ τύπος ἂν εἴη διδαγμάτων ἡ τροφή. Ἔστι τοίνυν ἐννοεῖν, ὅτι πρὸ μὲν τῆς πίστεως τῆς εἰς Χριστὸν τὰ ἕθνη πονηροὺς μὲν ἐσχήκασι διδασκάλους, θηριοπρεπὲς αὐτοῖς παρατιθέντας τὸ μάθημα, καὶ τὰ φθορᾶς τε καὶ ἀπωλείας ἔργα τιμᾷν ἀναπείθοντας. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ, ὁμοῦ τῇ ἀρχαίᾳ πλάνῃ καὶ τῶν συντρόφων αὐτοῖς ἀπηλλάττοντο μαθημάτων, τὴν εὐανθῆ τε καὶ εὐδιάθρυπτον τῶν εὐαγγελικῶν παιδευμάτων ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ τιμῶντες τροφήν. Ἀλλὰ καὶ παιδίον, φησὶ, μικρὸν ἄξει αὐτοὺς, τοῦτ' ἔστιν, ὑπὸ διδασκάλοις ἔσονται παιδαγωγοῖς οὐ πικρόν τε καὶ φιλοκάλουργον ἔχουσι νοῦν, ἁπλοῖς δὲ μᾶλλον καὶ νηπιάζουσι μὲν ἐν κακίᾳ, σοφοῖς δὲ τὰς φρένας. Τοιοῦτοι δὲ πάντες οἱ ἐν Χριστῷ τὸν θεῖον