Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.325.1
Not analysed yet
ἔχοντες θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, καὶ δυστροπίας μὲν καὶ φαυλότητος ἐλευθέραν ἔχοντες τὴν καρδίαν, ἀρτιγενῶν τε παιδίων κατ' οὐδὲν ἀποδέοντες. Τοὺς γὰρ τοιούτους καὶ αὐτὸς ὁ Σωτὴρ ἀξίους εἶναί φησι τῆς βασιλείας τῶν οὐρανῶν· «Ἀφίετε» γὰρ, φησὶ, «τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρὸς μέ· τῶν γὰρ τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Ὅτι δὲ καὶ ἐπὶ πλείστην ἔχοιεν τὴν ἀκακίαν εἰς νοῦν, ἀχείρωτοί τε καὶ ἄληπτοι, καὶ ἁπάντων ἔσονται δειμάτων ἀμείνους, ὑπεμφαίνει λέγων· «Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων, καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν, οὐδ' οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.» Τρώγλας δὲ οἶμαι καὶ κοίτας ἀσπίδων, ἢ τὰ πονηρὰ τῶν δαιμονίων ὀνομάζει στίφη, ἤγουν τὰς τῶν ἀνοσίων αἱρετικῶν οἷον οἰκίας τε καὶ καταδύσεις· ἵνα μὴ λέγωμεν ἐκκλησίας· αἷς τὴν χεῖρα πλειστάκις ἐπιφέροντες οἱ ἐν Χριστῷ νηπιάζοντες περιγίνονται ῥᾳδίως, κατ' οὐδένα τρόπον ἀδικούμενοι· Χριστὸς γάρ ἐστιν ὁ ἐπαμύνων αὐτοῖς, καὶ τῆς ἐκείνων σκαιότητος ἀφανίζων τὰ δήγματα, ἄπρακτόν τε τὸν ἰὸν ἀποφαίνων. Οὐ γὰρ μὴ δύνωνται, φησὶν, ἀπολέσαι τινὰ ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Ἅγιον δὲ ὄρος φησὶ τὴν Ἐκκλησίαν, διὰ τὸ ὑψοῦ τεθεῖσθαι τό γε ἧκον εἰς δόξαν, καὶ τῶν ἐν αὐτῇ δογμάτων τὸ ἐπῃρμένον. Χθαμαλὸν γὰρ οὐδὲν ἐν ἡμῖν. Οὐ γὰρ ἴσως τῇ κτίσει τῷ Κτίστῃ τὸ σέβας ἀνάπτειν ἠθίσμεθα παρὰ τὸν Κτίστην καὶ Ποιητήν· οὔτε μὴν τὸν τῶν ὅλων δημιουργὸν Θεὸν Λόγον τῆς αὐτῷ πρεπούσης καταβιβάζομεν δόξης, συναριθμοῦντες αὐτὸν τοῖς κτίσμασιν. Ἐμπεπλῆσθαί τέ φησι τὴν σύμπασαν τοῦ γνῶναι τὸν Κύριον, οὕτω τε εἶναι πλήρη τῆς εἰς αὐτὸν εὐσεβείας, καθάπερ ἀμέλει καὶ ἡ πλατεῖά τε καὶ εὐρύχωρος θάλασσα μεστὴ τῶν ἰδίων ὑδάτων ἐστίν. Ἴδοι δ' ἄν τις καὶ τοῦτο ἀληθές. Ποῦ γὰρ ὅλως ἢ παρὰ τίσιν οὐκ ὀνομάζεται Χριστός; ἢ ποῖον ἀνθρώπων γένος οὐχ ὑποπέπτωκεν; Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται αὐτῷ κατὰ τὸ γεγραμμένον, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ἀναλάμπει κατὰ βραχὺ τῶν ἀμυδρῶς εἰρημένων ἡ θεωρία, καὶ ἅπερ ἔφη δι' αἰνιγμάτων, ταῦτα τοῖς φιλακροάμοσιν εὖ μάλα διατρανοῖ. Τίνα γὰρ τρόπον βοσκηθήσεται μὲν ὁ λύκος μετὰ ἀρνὸς, συναναπαύσεται δὲ ἐρίφῳ πάρδαλις, καὶ μοσχάριον, καὶ βοῦς, καὶ λέων ἅμα φάγονται ἄχυρα, πότε δὲ ὅλως ἔσται ταυτὶ, καὶ τίνες οἱ ποτὲ μὲν ὠμοὶ καὶ ἀπηνεῖς, ἐσόμενοι δὲ μετὰ τοῦτο τιθασσοί τε καὶ πρᾶοι, ἔσονται δὲ ὅπως ἀναμὶξ τοῖς ἡμέροις τε καὶ ἱεροῖς ὑφ' ἑνὶ τῷ πάντων ἀρχιποιμένι νεμηθησόμενοι, καταλευκαίνει λέγων· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἔσται δὲ τί καὶ ἐπὶ τίσιν; Ὥστε κατάρξαι, φησὶ, τῶν ἐθνῶν, γενέσθαι δὲ καὶ εἰς ἐλπίδα τοῖς οὐκ ἔχουσιν ἐλπίδα, αὐτοῖς δὲ δηλονότι τοῖς ἔθνεσιν, οἷς καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλει λέγων· «Διὸ μνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τοῦ