Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.328.1
Not analysed yet
Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Ἀλλ' εἰ καὶ ἦσαν ἐλπίδος δίχα, καὶ Θεὸν οὐκ ἔχοντα κατὰ τὸν κόσμον· προσκεκυνήκασι γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· ἀλλ' οὖν κεκλημένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ὑπ' αὐτῷ τέθεινται, καὶ Θεὸν ἐσχήκασι τὸν φύσει καὶ ἀληθῶς, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοί. Ἔσται δὲ, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Διχῆ νοήσεις τὸ εἰρημένον. Εἰ μὲν γάρ τις ἕλοιτο τὴν ἀνάπαυσιν ἐν τούτοις ὑποδηλοῦν τὸν ἐν σαρκὶ θάνατον τοῦ Χριστοῦ, ὃν δι' ἡμᾶς ὑπέμεινεν ἑκὼν, οὐχ ὡς θάνατον ὑπομένων, ζωὴ γὰρ ἦν κατὰ φύσιν, ἀλλ' οἷον ἠρεμῆσαι βραχὺ τὴν σάρκα ποιῶν· τιμὴ τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Δεδόξασται γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομείνας, καὶ ὑπὲρ τῆς ἁπάντων ζωῆς ἐθελοντὴς ἀνατλὰς τὸν θάνατον. Καὶ γοῦν ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα, μέλλων ἐπὶ τὸν τίμιον ἰέναι σταυρόν· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Καὶ πάλιν· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.» Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν τῶν σταυρωσάντων ἀπόνοιαν, καὶ τὸ ἀνόσιόν τε καὶ ἀπαχθὲς ἐγχείρημα, μῶμος ἦν αὐτῷ καὶ ἀδοξία τὸ πάθος. ᾬοντο γὰρ ἴσως καὶ οὐχ ἑκόντα παθεῖν. Ἐπειδὴ δὲ ἀνεβίω σκυλεύσας τὸν ᾅδην, καὶ ὅτι θανάτου κρείττων ἐστὶν δι' αὐτοῦ τοῦ πράγματος ἀποφήνας, εἰς τιμὴν αὐτῷ καὶ δόξαν ἐκτελευτῶσαν εὑρήσομεν τὴν τοῦ πράγματος ἔκβασιν. Ἔσται τοίνυν, φησὶ, κατὰ τοῦτον τὸν τρόπον ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Εἰ δὲ δὴ καὶ ἑτέρως τοῖς θεωρήμασι προσβαλεῖν βούλοιτό τις, ἐκδέξεται τοιῶσδε τῶν εἰρημένων τὴν δύναμιν. Οὐ γὰρ εἰς ἐλπίδα μόνην ἔσται τοῖς ἔθνεσιν ὁ Χριστὸς, ἀναδειχθήσεται δὲ κατὰ καιροὺς, ἤγουν ἀναστήσεται οὐ πρὸς τὸ κατάρξαι μόνον αὐτῶν, ἀλλὰ γὰρ εἰς τιμὴν καὶ δόξαν αὐτοῖς χαριεῖται τὴν ἐν αὐτοῖς ἀνάπαυσιν. Ἐνδιαίτημα μὲν γὰρ αὐτῷ φίλον τῶν ἁγίων ὁ νοῦς, ἐναυλίζεται δὲ τοῖς ἀξίοις, καὶ ἀναπαύεται ψυχαῖς ἱεραῖς τῶν σεβομένων αὐτὸν, καὶ τοῖς λαβοῦσι τὸ χρῆμα τιμή τέ ἐστι καὶ δόξα. Τί γὰρ ἂν γένοιτο ἰσοστατοῦν εἰς εὐκλείας λόγον τοῦ Θεὸν ἔχειν ἐνηυλισμένον καὶ ἐνοικοῦντα καρδίαις; Ἔσται τοίνυν καὶ κατὰ τοῦτον τὸν τρόπον ἡ ἐν ἡμῖν ἀνάπαυσις αὐτοῦ τοῖς ἅπαξ ἐθέλουσι τιμή· «Ἐὰν γάρ τις ἀκούσῃ,» φησὶ, «τῶν λόγων μου, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν.» Καὶ ἔσται ἐν ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἡμέραν μὲν οὖν ὁ προφήτης ἐν τούτοις τὸν καιρὸν ὀνομάζει, καθ' ὃν ἡ Χριστοῦ γέγονε παρουσία, καὶ