Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.329
Not analysed yet
τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀνεδείχθη τὸ μυστήριον. Τότε δὴ οὖν, τότε, φησὶ, καταδείξει Κύριος τὴν ἑαυτοῦ χεῖρα, τοῦτ' ἔστι, δυναστείας ἐπίδειξις ἔσται πολλή· καὶ τοῦτο οὐ μάτην, ἀλλ' ὑπὲρ «τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων,» φησὶ, καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν. Δεῖ δὲ, οἶμαι, τὴν τῶν εἰρημένων δύναμιν κατευρύνοντας ἀπεργάσασθαι διαφανεστέραν. Κατὰ μὲν γὰρ τοὺς ἄνωθεν ἔτι καιροὺς κέκμηκεν οὐ μετρίως τὸ τῶν Ἰουδαίων ἔθνος, καταδῃούντων αὐτὸ, τοῦτο μὲν Ἀσσυρίων καὶ Ἐλαμιτῶν, τοῦτο δὲ τῶν ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Ἐπιλάμψας δὲ μετὰ τοῦτο Χριστὸς ἡ πανσθενεστάτη χεὶρ καὶ παντουργὸς δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὴν ἐμφανῆ καθίστη διὰ θαυμάτων, καὶ πληροφορεῖν ἠπείγετο τοὺς ἐξ Ἰσραὴλ, ὅτι τε εἴη κατὰ ἀλήθειαν Θεὸς, καὶ Θεοῦ τοῦ κατὰ ἀλήθειαν Υἱός. Τί γὰρ τῶν ἄγαν τεθαυμασμένων οὐ τετέλεσται παρ' αὐτοῖς; πάντα γὰρ ἦν θεοπρεπῆ καὶ παράδοξα, καὶ τῆς ἀνωτάτω δυνάμεως σαφῆ τε καὶ ἐναργεστάτην ἔχοντα τὴν ἐπίδειξιν. Κατ' ἐκεῖνο, φησὶ, τοίνυν τοῦ καιροῦ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, ὑπὲρ τοῦ ζηλῶσαι τὸν Ἰσραὴλ, καὶ οἷον μὴ μόνοις τοῖς ἔθνεσι παραχωρῆσαι Χριστὸν, ἑλέσθαι δὲ καὶ αὐτοὺς ἐλπίδα ἔχειν τὴν ἐπ' αὐτῷ, καὶ μὴν καὶ ὑπ' αὐτῷ γενέσθαι ζητεῖν, ἄρχοντά τε ποιεῖσθαι, καθηγητὴν καὶ διδάσκαλον, τὸν ταύτης ἕνεκα τῆς αἰτίας γενόμενον ἄνθρωπον. Καὶ γοῦν ἔφασκε διὰ φωνῆς τοῦ Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἧκεν μὲν γὰρ ὁ Χριστὸς, οὐκ ἀπεστάλθαι λέγων εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γοῦν παρ' αὐτοῖς διεκήρυξε πρώτοις, ἐνετέλλετο δὲ καὶ τοῖς ἁγίοις ἀποστόλοις· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ διατετελέκασιν ἐκ πολλῆς ἄγαν ἀπονοίας οἱ δείλαιοι τὸν ἀφιγμένον εἰς τοῦτο ταῖς ἀπειθείαις περιυβρίζοντες, μεταπεφοίτηκεν ἐπὶ τὰ ἔθνη λοιπὸν, καὶ γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Ταύτῃ τοι καὶ νῦν ὁ προφήτης, ἅτε δὴ καὶ ὑπάρχων Πνευματοφόρος ἀνὴρ, καὶ τῶν ἐσομένων τὴν γνῶσιν διὰ τῆς ἄνωθεν δᾳδουχίας πεπλουτηκὼς, πρῶτον διαμέμνηται τῶν ἐθνῶν, εἶτα μετ' ἐκείνους τοῦ Ἰσραὴλ, ὡς ἐῤῥιμμένου κατόπιν τῶν διὰ πίστεως ἡγιασμένων, τεθειμένου τε εἰς νῶτον καὶ ἐν τοῖς περιλοίποις, κατὰ τὸ γεγραμμένον. Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραῒμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Ἐφραῒμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφραΐμ. Παραδόξως ἡμῖν ὁ προφήτης τὸν ἔν γε τούτοις μάλιστα διαπεραίνει λόγον. Δέχεται γὰρ τὸ ἱστορικῶς γεγονὸς εἰς εἰκόνα πράγματος νοητοῦ· χρῆναι δὲ οἶμαι ὡς ἔνι εἰπεῖν καὶ τοῦτο λαμπρῶς. Διεδέξατο γὰρ τὴν Σολομῶντος ἀρχὴν ὁ ἐξ αὐτοῦ γεγονὼς Ῥο-