Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.332
Not analysed yet
βοάμ· κατεσχίσθη δὲ πρὸς διχόνοιαν ἀπ' αὐτοῦ τὸ τῶν Ἰουδαίων ἔθνος· καὶ αἱ μὲν δέκα φυλαὶ καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ μετῳκίσθησαν ἐν τῇ Σαμαρείᾳ, ἐν δέ γε τοῖς Ἱεροσολύμοις ἀπομεμένηκεν ἡ Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ. Ἐβασίλευόν τε κατὰ καιροὺς τούτων τε κἀκείνων τινές· ἐν μὲν τοῖς Ἱεροσολύμοις, οἱ ἐκ φυλῆς Ἰούδα· ἐν δέ γε τῇ Σαμαρείᾳ, οἱ ἐκ φυλῆς Ἐφραΐμ· καὶ πολὺς ὁ μεταξὺ τοῖς μέρεσιν ἀνεκαίετο ζῆλος, πόλεμοί τε συχνοὶ, καὶ κατ' ἀλλήλων ἐπαναστάσεις, καθὰ καὶ ἐν βίβλοις τῶν Βασιλειῶν διηγόρευται σαφῶς. Ἐπειδὴ δὲ Χαλδαῖοι καὶ οἱ Βαβυλῶνος τῆς Περσικῆς βεβασιλευκότες, ἅπασαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίαν καταδῃώσαντες, ἀπεκόμισαν αἰχμάλωτον εἰς τὴν ἑαυτῶν τόν τε Ἰσραὴλ καὶ τὸν Ἰούδαν, τοῦτ' ἔστι, τούς τε ἐν τῇ Σαμαρείᾳ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις· εἶτα τῆς αἰχμαλωσίας ἀπηλλαγμένοι, πάλιν ὑπενόστησαν εἰς τὴν ἑαυτῶν, καὶ κατῳκήκασιν οὐκέτι διῃρημένως, ἀλλ' ἐν τοῖς Ἱεροσολύμοις ἅπαντες· ἐπαύσαντο δὲ τοῦ καὶ ἀνὰ μέρος χρίειν ἐφ' ἑαυτοῖς βασιλέας τε καὶ ἄρχοντας, θλίβειν τε ἀλλήλους, καὶ ζηλοῦν ἔτι, καθὰ καὶ πρότερον. Ὑφ' ἑνὶ γὰρ γεγόνασι τὸ τηνικάδε Ζωροβάβελ τῷ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ τῷ προὔχοντι καθ' ἱερωσύνην. Καὶ ὁ μὲν τῆς ἱστορίας ἐν τούτοις λόγος. Γέγονε δὲ τῷ προφήτῃ σκοπὸς, ὡς ἐκ πραγμάτων ἐμφανεστέρων καὶ ἐκ τῶν τοῖς πάλαι συμβεβηκότων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καταδεῖξαι τὰ κατορθώματα. Ἐγηγερμένου γὰρ τοῦ σημείου, τοῦτ' ἔστι, τοῦ τιμίου σταυροῦ, καὶ ἐμφανοῦς γεγονότος τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς, γέγονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ (δῆλον δὲ ὅτι τῇ νοητῇ), συνδρομὴ πρὸς ὁμοψυχίαν, σπουδὴ πρὸς ὁμόνοιαν καὶ ὁμοπιστίαν τῶν πάλαι διῃρημένων· οἳ πολλοῖς τε καὶ ἀνοσίοις τυράννοις κατεζευγμένοι (δεδουλεύκασι γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι), ἀπεσείσαντο μὲν τὸν ἐκείνων ζυγὸν, συνδεδραμήκασι δὲ καὶ μάλα προθύμως εἰς τὴν νοητὴν Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, καὶ ὑφ' ἑνὶ γεγόνασι βασιλεῖ, τοῦτ' ἔστι Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζωροβάβελ ἦν, ἀνακομίζων ἐκ τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ συνόντος αὐτῷ καὶ Ἰησοῦ τοῦ ἱερέως καὶ μεγάλου, ἵν' ἐν αὐτῷ νοῆται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γεγονὼς, καθά φησιν ὁ θεσπέσιος Παῦλος. Ὅτι δὲ τὸ Χριστοῦ σημεῖον, τοῦτ' ἕστιν, ὁ τίμιος σταυρὸς γέγονε πρόξενος τοῦ συνενεχθῆναι πρὸς ὁμοπιστίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, οἰκειωθῆναί τε οὕτω δι' αὐτοῦ τῷ παναγίῳ Πατρὶ, σαφὲς ἂν γένοιτο δι' ὧν γέγραφεν ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής. Εἰσκεκόμικε γὰρ τὸν ἐπάρατον Καϊάφαν τοῖς ἐν τῷ συνεδρίῳ λέγοντα· «Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Προσεπήνεγκε δὲ τούτοις αὐτοῖς· «Τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου,