Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.36
Not analysed yet
σει γὰρ ὅπως, εἰπέ μοι, τὸν τῶν ὅλων Θεὸν κριὸς ὡλοκαυτωμένος; τί δὲ τὸ τῶν ἀρνῶν ἥσει στέαρ; εἰ δὲ δὴ καὶ τράγων καὶ ταύρων αἷμα προσφέροιτο, πῶς ἡσθείη διὰ τοῦτο Θεός; τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; εἰ γὰρ καὶ λελάληκεν ὁ Μωσῆς περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ' ἦν καὶ πάλαι τῆς τοιᾶσδε λατρείας ὁ τρόπος ἀβούλητος τῷ Θεῷ. Ἐπειδὴ δὲ διὰ τύπου καὶ σκιᾶς παιδαγωγεῖν ἔδει πρὸς ἀλήθειαν, μέχρι καιροῦ διορθώσεως τέθειται τὰ ἐν νόμῳ, οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ ἀληθὲς ἀρέσκειν τῷ Θεῷ· οὐδ' ἂν ὅλως ἐλάλησε περὶ θυσιῶν τῶν κατὰ νόμον. Ἐπειδὴ δὲ τῶν τὸ τηνικάδε παιδαγωγουμένων ἀσθενὴς ἦν ὁ νοῦς, κεχειραγώγηντο διὰ τύπου καὶ τῆς κατὰ τὸ γράμμα σκιᾶς εἰς ἀλήθειαν. Ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει τὸ λοιπὸν τὸ τῆς ἀληθείας ἐκφαίνεσθαι κάλλος, περιττὸς ὁ τύπος, ἀνόνητος ἡ σκιά. Ταύτῃ τοι φησὶν, ὅτι Πατεῖν τὴν αὐλῶνά μου οὐ προσθήσεσθε. Ἐὰν φέρησθε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν. Ἡμεῖς μὲν γὰρ οἱ πίστει τῇ εἰς Χριστὸν ἐκλελαμπρυσμένοι, τὰς πνευματικὰς θυσίας προσκομιοῦντες τῷ Θεῷ, τὰς ἁγίας αὐτοῦ πληροῦμεν αὐλὰς, τοῦτ' ἔστιν ἐκκλησίας. Ἀπαράδεκτος δὲ παρὰ Χριστοῦ παντελῶς ἐν ἐκκλησίαις τῆς Ἰουδαϊκῆς λατρείας ὁ τρόπος. Εἰσδεχθεῖεν γὰρ ἂν ἥκιστά γε σεμίδαλιν ἐλαιόδευτον, καὶ τὸ αἰσθητὸν θυμίαμα προσάγειν ἐθέλοντες. Μεμνήμεθα γὰρ Θεοῦ λέγοντος περὶ αὐτοῦ· Βδέλυγμά μοί ἐστιν. Καὶ ἡμεῖς μὲν τὰς ἁγίας ἐπὶ Χριστῷ τελοῦμεν ἑορτάς. Ἰουδαῖοί γε μὴν τῶν ἐν τύποις οὐκ ἐξιστάμενοι, σαλπίζουσιν ἐν Νεομηνίας ἡμέρᾳ, ἀργὸν ἡγοῦνται τὸ Σάββατον, καὶ τὴν καλουμένην μεγάλην τιμῶσιν ἡμέραν. Ἔστι δὲ αὕτη τῆς ἑορτῆς τῆς καλουμένης σκηνοπηγίας ἡ τελευταία, κἂν εἰ νηστεύσειαν τῷ Θεῷ, τύπτουσι πυγμαῖς ταπεινόν. Οὐκοῦν ἀκουέτωσαν λέγοντος αὐτοῦ· Τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ταῦτα δέ φησι μεθιστὰς ἐκ τύπων ἐπὶ τὸ ἀληθὲς, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὑποφέρειν ἀναπείθων τὸν τῆς διανοίας αὐχένα, ἵνα πολιτεύοιντο μεθ' ἡμῶν εὐαγγελικῶς. Ταῖς νοηταῖς εὐοσμίαις κατευφραίνοντες Θεόν. Καὶ ὥσπερ τι θυμίαμα πνευματικὸν ἀνατιθέντες αὐτῷ τὸ ἐπιεικὲς εἰς τρόπους, τὴν ἀγάπην, τὴν φιλαλληλίαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν, καὶ πρό γε τῶν ἄλλων τὴν πίστιν. Τοιαύταις θυσίαις εὐαρεστεῖται Θεὸς, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ δύναμις τοῖς τοιούτοις αὐχήμασιν τοὺς πιστεύοντας στεφανοῖ. Ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ ἀκούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Τὰ εἰς πλησμονὴν ἤτοι κόρον ἥκοντα τῶν πραγμάτων καταφρονεῖσθαι φιλεῖ, καὶ ὀλίγου παντελῶς ἀξιοῦται λόγου, μᾶλλον δὲ ἤδη καὶ διὰ μίσους ἔρχεται. Καὶ γοῦν ὁ σοφώτατος Σολομὼν, «Βραδέως εἴσαγε, φησὶ, σὸν πόδα πρὸς τὸν φίλον, ἵνα μὴ πλησθείς σου μισήσῃ σε.» Ἔφη τοίνυν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, Κατακεκόρεσμαι τῆς ἑώλου σκιᾶς, ἡγοῦμαι δὲ ἤδη φορτικοὺς, κἂν εἰσέρχησθε ὀφθῆναί μοι. Παρ-