Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.333
Not analysed yet
προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.» Γέγονε γὰρ ὁ Χριστὸς εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον τοὺς δύο κτίσας λαούς· ἄμφω τε δι' ἑαυτοῦ καταλλάττων τῷ Θεῷ καὶ Πατρὶ, καὶ τὴν μεταξὺ καταλύων ἔχθραν, ἵν' οἱ πάντες ἐν ἑνὶ πνεύματι καὶ ἐν ἑνὶ σώματι, σύμψυχοί τε ἀλλήλοις καὶ σύσσωμοι γεγονότες, ἐν αὐτῷ δὲ δηλονότι τῷ Χριστῷ, καρποφορήσωμεν αὐτῷ τὴν ὑπὲρ νόμον δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν καθαρότητα. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς πεπραγμένων εἰς θεωρίαν ἐρχόμενος τὴν πνευματικὴν, συνήσεις εὖ μάλα τοῦ Χριστοῦ τὸ μυστήριον. Καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι, καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν· οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Τίνα δὴ τρόπον οἱ ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς, τοῦτ' ἔστι, πάντα τὰ ἔθνη συνενεχθήσεσθαι πρὸς ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως, καὶ εἰς σύνδεσμον ἀγάπης ἁγιοπρεποῦς, διατρανοῖ πάλιν ἐν τούτοις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ τοῖς ἁγίοις ἀποστόλοις ἔφασκεν ὁ Χριστός· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ὡς γὰρ αὐτὸς ἔφη πάλιν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ δυσσεβείας ἁπάσης ἄκρον ἐληλακότες πεπαρῳνήκασιν εἰς Χριστὸν, καὶ ἀπεκτόνασιν ἀρχηγὸν τῆς ζωῆς, καὶ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο· τότε δὴ, τότε πατήσας τὸν θάνατον, καὶ ἐγηγερμένος ἐκ νεκρῶν, τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἶτα καταπεφοίτηκεν εἰς αὐτοὺς ἡ ἐξ ὑψοῦ δύναμις, οὐκέτι μεμενήκασιν κατὰ μόνην τὴν Ἰουδαίαν εὐαγγελιζόμενοι τὸν Ἰησοῦν, ἀλλ' οἱ μὲν εἰς Ἠῶ, καὶ τὰς τῇδε πόλεις ἀπιόντες ἐκήρυττον· οἱ δὲ τὴν Ἑσπέραν καταλαμβάνοντες, ἄλλοι δὲ τοῖς ὁμόροις ἔθνεσι τοὺς τῆς κατηχήσεως ἐχαρίζοντο λόγους· ἦν δέ πως ἀνάγκη τὴν ὑφ' ἡλίῳ πᾶσαν περινοστεῖν ἐθέλοντας κεχρῆσθαι καὶ πλῷ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκέναι διισχυρίζεται. Καὶ ὁ τὰς Πράξεις δὲ τῶν ἁγίων ἀποστόλων συγγεγραφὼς, ἐπιβῆναί φησιν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ πλοίῳ Ἀλεξανδρίνῳ παρασήμῳ Διοσκούροις. Ἔθος γάρ πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εὐώνυμα γραφὰς εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰκὸς, εἰδωλολατρείας κρατούσης κατ' ἐκεῖνο καιροῦ, ἐγγεγράφθαι τῇ νηῒ