Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.336
Not analysed yet
τοὺς Διοσκούρους, ταύτῃ τοίνυν ἀκόλουθον ἀλλόφυλον εἶναι, τοῦτ' ἔστιν, εἰδωλολάτρην τῆς νεὼς τὸν δεσπότην. Οὐκοῦν ἐν πλοίοις ἀλλοφύλων πετασθήσονται, φησὶ, τοῦτ' ἔστι, δρομαῖοι καὶ πρόθυμοι καὶ οἱονεὶ πτηνοὶ διαβήσονται, καὶ προνομεύσουσι τὴν θάλασσαν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ θάλασσαν ἀποκαλεῖν τὰ πρὸς τῇ ἑσπέρᾳ μέρη, διάτοι τὸ σφόδρα πολλὴν καὶ εὐρεῖαν εἶναι τὴν ἐκείνης θάλασσαν. Καὶ γοῦν ὁ μακάριος Δαβὶδ, παντὸς τοῦ κόσμου δημιουργὸν ἀποφαίνων τὸν τῶν ὅλων Θεὸν, «Τὸν βοῤῥᾶν,» φησὶ, «καὶ θάλασσαν σὺ ἔκτισας.» Ὅτι δὲ καὶ ὁ θεσπέσιος Πέτρος, καὶ μὴν καὶ αὐτὸς ὁ πάνσοφος Παῦλος, τὰ τῆς ἑσπέρας καταλαβόντες μέρη, κατηγγέλκασι τὸν Ἰησοῦν, ἐνδοιάσειεν ἂν οὐδείς. Προνομεύσουσι δὲ, φησὶ, καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν, καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσιν. Οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Μετὰ γάρ τοι τὴν τῶν Ἰουδαίων χώραν, ἅπασαι λοιπὸν αἱ ὅμοροί τε καὶ γείτονες, εἰ καὶ ἔτι ποῤῥωτέρω, μεσταὶ μὲν ἦσαν εἰδωλολατρῶν, ἀσύμβατοι δὲ τοῖς φρονήμασι τοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Ἰδουμαῖοί τε καὶ Μωαβῖται, καὶ μέντοι καὶ υἱοὶ Ἀμμὼν, ὅμοροί τε ἦσαν τοῖς ἐξ Ἰσραὴλ, καὶ γείτονα μὲν κατενέμοντο χώραν, διάφοροι δὲ δεινῶς, καὶ τῶν ὅτι μάλιστα πολεμιωτάτων. Προσεκύνουν δὲ τοῖς ἄστροις, καὶ δι' αἰδοῦς ἁπάσης ἐποιοῦντο τὸν Ἑωσφόρον, προὔ[ς]χοντα δὲ τῶν ἄλλων ἀπεκάλουν Θεόν. Ἀλλ' αὐτοῖς καὶ πρώτοις εἰς νοῦν καὶ καρδίαν ἀνέλαμψεν ὁ ἀληθῶς Ἑωσφόρος, καὶ διηύγασε τῆς νοητῆς ἡμέρας τὸ φῶς. Ἀποβεβληκότες δὲ τὴν ἀρχαίαν ἐκείνην ἀχλὺν, καὶ τὸ κτίσει λατρεύειν ἔτι παρωσάμενοι, προσκεκυνήκασι τῷ Χριστῷ, καὶ τοὺς πάλαι πολεμιωτάτους, φημὶ δὴ τοὺς ἐξ Ἰσραὴλ, ἐποιοῦντο μυσταγωγοὺς καὶ καθηγητὰς ὁδοῦ τῆς ἀποφερούσης εἰς σωτηρίαν. Καὶ ἐξερημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν. Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ ὡσεὶ ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Κεκράτηκε μὲν ἐκ πλεονεξίας τῶν ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρέτης καὶ πατήρ. Ἀποβουκολήσας τῆς ἀληθείας τὸν ἄνθρωπον, τῆς τῶν δαιμονίων ἀγέλης ἀπετέλει προσκυνητὴν, καὶ τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς· Αἰγύπτιοι δὲ μάλιστα δεισιδαιμονέστατοι παρὰ τοὺς ἄλλους καὶ δεινοὶ πρὸς τοῦτο γεγόνασι. Τεμένη γὰρ ἦσαν πανταχοῦ καὶ βωμοὶ κατὰ τὴν χώραν αὐτοῖς, ἕδη τε μυρία, καὶ ἀγαλμάτων ἐσμὸς, πολύμορφά τε τὰ ἐν σηκοῖς. Προσκεκυνήκασι γὰρ πτηνοῖς καὶ ἰχθύσιν, αἰγὶ καὶ προβάτῳ, καὶ μόσχος ἦν τὸ σέβας αὐτοῖς. Ἀλλὰ καὶ οὕτως ἔχοντας ἐπεσκέπτετο Θεὸς, καὶ ὁμοῦ τοῖς ἄλλοις ἐκάλει πρὸς τὸ φῶς, καὶ πρὸς ἐπίγνωσιν ἀληθείας. Διεκήρυξαν γὰρ ἐν αὐτῇ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ Μάρκος τε ὁ μακάριος εὐαγγελιστὴς, καὶ ἕτεροι δὲ μετ' αὐτὸν κατὰ καιρούς· τοῦτο μὲν ἐκ τῆς Ἑβραίων ὁρμώμενοι χώρας, τοῦτο δὲ καὶ ἐξ αὐτῶν τῶν πεπιστευκότων