Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.348
Not analysed yet
ταις, Αἰγυπτίοις καὶ τοῖς ἐκ Φυλιστιεὶμ, ποτὲ δὲ καὶ δυσαχθεστέραν αὐτοῖς ἐπιφέρων πληγὴν, τοὺς ὅτι μάλιστα τῶν ἐπὶ γῆς ὠμοτάτους αὐτοῖς ἐπηφίει, φημὶ δὴ τοὺς Βαβυλωνίους, οἳ καὶ πᾶσαν ἀμογητὶ τὴν τῶν Ἰουδαίων καταδῃώσαντες χώραν, αἰχμάλωτον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν ἀριθμοῦ κρείττονα πληθύν. Ἀλλὰ ταυτὶ μὲν ὅτι συμβήσεται παροτρύνουσιν αὐτοῖς τὸν τῶν ὅλων Θεὸν, προηγόρευον κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Οἱ δὲ καίτοι πρὸς πέρας αὐτοῖς ἐκβεβηκότων τῶν ἤδη προηγγελμένων, οὐδὲν ἧττον ἦσαν σκληροί τε καὶ ἀπειθεῖς, βδελυρὰν καὶ ἐκνομωτάτην ἐπιτηδεύοντες ζωήν. Οἰκονομικώτατα τοίνυν ὁ τῶν ὅλων Θεὸς μετὰ πληγὴν καὶ μάστιγας καὶ τὰ ἐκ τῶν πολεμίων συμβεβηκότα κατὰ καιροὺς αὐτοῖς, καὶ τῶν ἡδίστων καὶ κατευφραίνειν εἰδότων ποιεῖται τὴν προαγόρευσιν· ὑπισχνεῖται δὲ ὅτι καὶ τοὺς ἤδη γεγονότας αἰχμαλώτους ὑπονοστῆσαι παρασκευάσει, καὶ τῶν τῆς ταλαιπωρίας ἀνήσει δεσμῶν, παραδώσει δὲ καὶ αὐτοὺς τοὺς πάλαι νικήσαντας εἰς χεῖρας ἐχθρῶν. Ἦν γὰρ δή που καὶ μάλα εἰκὸς, εἰ καὶ ἀνουθέτητοι μεμενήκασιν ἐπ' ἐκείνοις, ἀλλ' οὖν ἑλέσθαι λοιπὸν τὸ κἂν γοῦν τοῖς δευτέροις ἐφησθῆναί τε ἅμα, καὶ εἰς ἐλπίδα τῶν ποθουμένων ἀναπτερουμένους, τὴν τῷ Θεῷ φιλαιτάτην τιμῆσαι λατρείαν, καὶ ἀκλόνητον αὐτῷ τηρῆσαι τὸ φρόνημα. Ἐπειδὴ τοίνυν, εἰ καὶ πολλοί τινες ἦσαν οἱ κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν πεπορθηκότες, ἀλλ' οἵ γε τῶν ἄλλων ἀπηνέστεροί τε καὶ ἀγριώτεροι Χαλδαῖοι μάλιστα, καὶ οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες κατὰ καιροὺς αὐτοῖς οἱονεὶ καὶ πρώτοις ὁ τῆς προφητείας λόγος ἐπιπηδᾷ καί φησιν· Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον. Δεῖν δὲ οἶμαι τῆς ἑρμηνείας τῶν προκειμένων ἀκριβῆ ποιεῖσθαι τὴν ἀπόδοσιν ᾑρημένους, προαφηγήσασθαί τι τῶν ἀναγκαιοτάτων. Κύρος τοιγαροῦν, ὁ πατρὸς μὲν Καμβύσου γεγονὼς, μητρὸς δὲ Μανδάνης, Περσῶν τε καὶ Μήδων βεβασιλευκὼς, κατεστράτευσε τῆς Βαβυλῶνος, καὶ πάσης δὲ τῆς τῶν Χαλδαίων χώρας εὐρείας τε οὔσης καὶ πολλῆς ἄγαν· καὶ δὴ καὶ κεκράτηκεν. Εἷλεν αὐτὴν οὐ δυνάμεσιν ἰδίαις, οὔτε μὴν ἀλκιμωτέρᾳ χειρὶ χρήσασθαι δυνηθεὶς (ἄμαχον γάρ τι καὶ ἀνανταγώνιστον τὸ Χαλδαίων ἔθνος ἦν, διά τε πληθὺν, καὶ τὸ εὖ μάλα γεγυμνάσθαι τὰ τακτικὰ), Θεοῦ μᾶλλον ὑποφέροντος αὐτῷ τοὺς ἀνθεστηκότας, καὶ τὰ δυσσεβῆ τῶν Βαβυλωνίων κατασείοντος κράτη· διάτοι τὸ πλείστην μὲν ὅσην παρ' αὐτοῖς εἶναι τὴν γοητείαν· ἀριθμοῦ δὲ κρείττονα τὸν τῶν εἰδώλων ἐσμόν· καὶ γοῦν γῆ τῶν γλυπτῶν κατωνόμασται, ἢ διὰ τὴν τῶν εἰδώλων πληθὺν, ἤγουν ὅτι καὶ ἕκαστος τῶν ἐκεῖσε κατῳκηκότων κατ' οὐδένα τρόπον εἰδώλου διενεγκὼν ἡλίσκετο, κατά γέ φημι τὸ ἀσχέτως τε καὶ ἀκρατῶς ἀπονεῦσαι πρὸς πλάνησιν. Εἶτα πρὸς τούτοις, ὅτι τὴν ἁγίαν καὶ ἐκνεμηθεῖσαν τῷ Θεῷ καταδῃώσαντες γῆν, τοῦτ' ἔστι, τὴν Ἰουδαίαν, κατεμπρήσαντές τε τὰ Ἱεροσόλυμα, καὶ αὐτόν τε τὸν θεῖον ναὸν, ἀπεκόμισαν μὲν τὰ σκεύη τὰ ἱερὰ εἰς τὴν ἑαυτῶν, θυμῷ δὲ ἀκράτῳ χρώμενοι τὸν Ἰσραὴλ ἀπεκτόνασιν, καίτοι λαὸν ἅγιον ὠνομασμένον, μερίδα τε καὶ κλῆρον Θεοῦ. Ὅτι μὲν γὰρ εἰδωλολατρήσαντα τὸν Ἰσραὴλ παρεδίδου Θεὸς εἰς χεῖρας ἐχθρῶν οὐκ ἀσυμφανὲς τοῖς τῶν