Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.349
Not analysed yet
ἱερῶν γραμμάτων ἐπιστήμοσιν, ἀλλ' ἐκόλαζον οὐ μετρίως οἱ κεκλημένοι πρὸς τοῦτο. Καὶ γοῦν εὑρίσκεταί που λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ζαχαρίου· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Κύρῳ δὴ οὖν παρεδίδου Θεὸς τὴν ἀλαζόνα καὶ ὑβρίστριαν, τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, φημὶ δὴ τὴν Βαβυλῶνα. Γένοιτο δὲ καὶ τοῦτο σαφὲς λέγοντος αὐτοῦ διὰ Ἡσαΐου οὕτως· «Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω.» Νενικηκὼς δὲ ὁ Κύρος ἀνῆκε τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, οἴκοι τε χαίροντας ἰέναι προστέταχεν, καὶ μὴν καὶ αὐτὸν ἀναδείμασθαι τὸν θεῖον ναόν. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας, «Ὁ λόγος,» φησὶν, «ὃν ἐλάλησε Κύριος ἐπὶ Βαβυλῶνα· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκουστὰ ποιήσατε, καὶ μὴ κρύψητε. Εἴπατε· Ἑάλωκε Βαβυλὼν, κατῃσχύνθη Βὴλ, ἡ ἀπτόητος, ἡ τρυφερά. Παρεδόθη Μεωδὰχ, ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, αὐτὸς θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμὸν, οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες· ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν. Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι, καὶ ἥξουσι, καὶ καταφεύξονται πρὸς Κύριον. Διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.» Καὶ πάλιν· «Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ· καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· καὶ νεμηθήσεται ἐν τῷ Καρμήλῳ, καὶ ἐν ὄρει Ἐφραῒμ, καὶ ἐν τῷ Γαλαὰδ, καὶ ἐμπλησθήσεται ἡ ψυχὴ αὐτοῦ.» Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγιασμένοι εἰσὶν, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Ὁ μακάριος προφήτης μεμεστωμένον ἔχων τὸν νοῦν τοῦ ἁγίου Πνεύματος, γεγονώς τε ἐν ὀπτασίαις πραγμάτων, οἱονεὶ γραφομένων, μονονουχὶ καὶ ἐξάλλεται, Πέρσαις τε καὶ Μήδοις ἐπιφωνῶν, ὡς ἤδη κεκρατηκόσι τῆς Βαβυλωνίων, αἴρειν τε ὑψοῦ τῆς νίκης τὸ σύμβολον· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ σημεῖον· καὶ καταλαλάζειν τῆς Χαλδαίων στρατιᾶς, ὡς ἤδη πεσούσης καὶ παραδούσης αὐτοῖς τὴν ἀλαζόνα καὶ ἀοίδιμον, ἣν καὶ σφύραν τῆς γῆς ὁ προφήτης Ἱερεμίας ἀπεκάλει λέγων περὶ τῆς Βαβυλωνίων· Πῶς ἐάλω καὶ συνετρίβη ἡ σφύρα τῆς γῆς; πᾶσα γὰρ συνετρίβη πόλις τε καὶ χώρα καταπαιομένη τρόπον