Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.352
Not analysed yet
τινὰ καθάπερ τινὶ σφύρᾳ, ταῖς ἐκείνων πλεονεξίαις. Ὄρος δὲ, οἶμαι, πεδινὸν ὀνομάζει τὸ οἱονεὶ χθαμαλὸν, καὶ ὡς ἐν τάξει γηλόφου. Οὐ γάρ τοι πρὸς τὰ ἀνεστηκότα τῶν ὀρῶν ἀναβαίνοντες τὰς σημασίας ἱστᾶσιν, ἤτοι τὰ τρόπαια, ἤγουν τὸ σημεῖον, ἀλλ' ἐπὶ βουνῶν οὐ λίαν ἠρμένων, ἵν' ἐν ταὐτῷ καὶ τὸ ὑψοῦ τεθεῖσθαι λίαν διαφύγῃ, εἴη δὲ καὶ ἁπάσῃ τῇ στρατιᾷ γνωριμώτατον. Ἄρατε τοίνυν, φησὶ, σημεῖον, ὡς ἤδη νενικηκότες Θεοῦ προασπίζοντος. Ὑψώσατε τὴν φωνὴν, τοῦτ' ἔστι, καταλαλάξατε τῆς τῶν ἐχθρῶν φάλαγγος, μὴ φοβεῖσθε. Δεινὴ μὲν γὰρ ὁμολογουμένως καὶ ἀνανταγώνιστος τοῖς ἁπανταχοῦ τῶν Βαβυλωνίων ἡ χεὶρ, καὶ οὐκ ἄν τις καταμωμήσαιτο τοὺς δεδιότας αὐτήν. Ἀλλὰ νῦν μὴ φοβεῖσθε, φησὶ, Θεοῦ ταῖς ἐκείνων ὑπεροψίαις τὴν ἰδίαν ὀργὴν ἀντεξάγοντος. Παρακαλεῖτε τῇ χειρί. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔθος τάχα που τοῖς τῶν τακτικῶν ἡγουμένοις χειρὶ παραθήγειν, καὶ νεύμασι παροτρύνειν τοὺς μαχιμωτάτους, ἐγείρειν τε πρὸς ἐφόδους αὐτοὺς τὰς κατά τινων, φωνῆς ἀτονούσης τοῦτο δρᾷν, ὡς ἐν θορύβῳ πολλῷ. Προστάττει τοιγαροῦν τοῖς τῶν πραγμάτων προεστηκόσι τὰς διὰ χειρῶν καὶ νευμάτων παρακλήσεις ποιεῖσθαι ταῖς ὑπὸ χεῖρα στρατιαῖς, καὶ εἰς ἄμαχόν τινα προθυμίαν παραθήγειν αὐτούς. Ἐπιφωνεῖ δὲ πάλιν τὸ, Ἀνοίξατε οἱ ἄρχοντες. Ἢ γὰρ αὐτοῖς ἐπιτάττει τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρατημένοις ἀνοιγνῦναί τε τὰς πύλας, καὶ παραδιδόναι τὴν ἀλαζόνα ποτὲ καὶ ὑβρίστριαν πόλιν· ἢ τάχα που καὶ δυνάμεσιν ἁγίαις κατὰ πρόσταξιν Θεοῦ συνασπιζούσαις τοῖς Μήδοις, ἀποφα[ι]νούσαις τε αὐτοῖς ἱππήλατα καίτοι λίαν δυσχερῆ. Ἵνα δὲ τὴν τῶν μαχομένων ἀήττητον ἀποδείξῃ χεῖρα, προστίθησι καί φησιν· Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Μόνον γὰρ οὐχὶ τοιοῦτόν τί φησιν· Οὐ στρατιᾶς ὑμῖν Μηδικῆς ηὐτομόλησε πληθὺς, οὐδὲ ἐκ μόνης τῆς ἰδίας γνώμης ὁ Περσῶν ἐπεφοίτησε δῆμος· ἢ τάχα μᾶλλον αὐτοὺς ἐγὼ καὶ ἡγίακα πρὸς τοῦτο. Τὸ δὲ ἡγίακα φησὶν ἐν τούτοις, ἀντὶ τοῦ ἀφώρισα καὶ οἱονεὶ ἐξελεξάμην πρὸς κατόρθωσιν ὧν βεβούλευμαι καθ' ὑμῶν. Ἔρχονται τοίνυν, φησὶν, οὓς ἐγὼ ἄγω, καθάπερ τινὲς γίγαντες πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες· χαίροντες μὲν ἅτε δὴ καὶ τεθαῤῥηκότες ὄτι κρατήσουσιν· ὑβρίζοντες δὲ, ἀντὶ τοῦ περιπτύοντες ὡς πολὺ νοσοῦντας τὸ ἄναλκες, καὶ οὐδενὸς ὄντας ἀξίους. Τοιοῦτον γάρ πως ἀεὶ τὸ βάρβαρον φρόνημα, καὶ προαλὲς εἰς ἐλπίδα τὴν ἐπί γε τὸ δύνασθαι κρατεῖν, καὶ κατασμικρύνον ἀεὶ τοὺς ἀνθεστηκότας. Στρατηγεῖ γὰρ μάλιστα θυμὸς πρὸς τοῦτο αὐτοὺς, καὶ τὸν τῆς εὐανδρείας ἐντίκτει πόθον, τὸ καὶ παντὸς κινδύνου καὶ φόβων ὑπερορᾷν. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ Κύριος, καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην. Ὡς ἀλαλαζόντων ἤδη τῶν Μήδων, καὶ τὴν τοῖς πολέμοις πρέπουσαν ἐξαιρόντων φωνὴν, ὡς ἵππου