Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.353
Not analysed yet
μὲν χρεμετίζοντος καὶ διωκόντων τινῶν, τραπομένων δὲ ἤδη πρὸς φυγὴν ἑτέρων, μεγάλης τε καὶ παμμιγοῦς διασκιδναμένης ἠχῆς, «Φωνὴ,» φησὶ, «πολλῶν ἐθνῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν.» Οὐ τοιαύτη, φησὶν, ἡ φωνὴ, ὥστε καὶ εἰκάσαι τινὰς εὐαριθμήτους εἶναι τοὺς κεκραγότας, οἴεσθαι δὲ μᾶλλον καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν βοώντων εἶναι πληθύν. Ἀποφαίνει δὲ ὁ λόγος ὁμοῦ τοῖς ὑπεζευγμένοις τοὺς καθηγεῖσθαι λαχόντας καταπεπλῆχθαι τοῖς δείμασιν. Ἐθνῶν γὰρ εἶναι καὶ βασιλέων ἰσχυρίζεται τὴν φωνήν. Οὐκοῦν εἶεν ἂν οἱ κεκραγότες, ὁ Βαβυλωνίων ἄπλετος δῆμος, καὶ σὺν αὐτοῖς οἱ περιφανέστεροι, δορύληπτον ἤδη γεγενημένην ὁρῶντες τὴν πόλιν, ἤγουν Πέρσαι τε καὶ Μῆδοι τῶν ἁλόντων καταλαλάζοντες. Αὐτοὺς δὲ, οἶμαι, καὶ ὁπλομάχους ἀποκαλεῖ, καὶ ἐκ γῆς πόῤῥωθεν ἐρχόμενον ἔθνος· ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, τοῦτ' ἔστιν, ἐξ αὐτῶν τῶν τερμάτων τῆς Μηδικῆς, καὶ τῶν ἐσωτάτων γῆς τῆς βορειωτάτης. Ἐπειδὴ δὲ κατὰ βούλησιν Θεοῦ τὴν ἔφοδον ἐμελέτων ὁπλομάχους αὐτοὺς τοῦ Κυρίου καλεῖ, ἦχθαί τέ φησι πρὸς τὸ καταφθεῖραι τὴν οἰκουμένην ὅλην, καὶ οὐχὶ δὴ πᾶσαν τὴν καθ' ἡμᾶς. Οὔτε γὰρ τοῦτο γεγονὸς εὑρήσομεν παρά τε Κύρου καὶ τῶν σὺν αὐτῷ. Οἰκουμένην δὲ ἀποκαλεῖ τὴν Χαλδαίων, διάτοι τὸ πλείστην εἶναι καὶ εὐρεῖαν ἀμέτρως, καὶ οἷον οἰκουμένῃ φιλονεικεῖν, διὰ τὴν τῶν ἐνοικούντων πληθύν. Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Θεοῦ ἤξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Ὡς ἐλπίδος ἁπάσης ἀνῃρημένης, ὡς οὐδενὸς ἔτι περιλελειμμένου τοῖς Βαβυλωνίοις, πλὴν ὅτι δὴ μόνον τὸ χρῆναι κατολοφύρεσθαι, τὸ, ὀλολύξατε, φησί. Προστέταχε δὲ καὶ οἷον ἀπογινώσκειν τὴν σωτηρίαν, καὶ μὴ ἀνονήτοις πράγμασιν ἐπιχειρεῖν, μὴ μελετῶντας τὴν ἀντίστασιν, ὡς θείας αὐτοῖς ἐξωπλισμένης ὀργῆς, καὶ συντριβῆς ἐπενηνεγμένης διὰ ψήφου τῆς ἄνωθεν. Ἄμαχον δὲ τὸ χρῆμα παντελῶς· «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Καὶ πάλιν· «Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» Ποία γὰρ ἰσχὺς, ἢ καὶ τίνος ὅλως πολεμήσει Θεῷ; διὰ τοῦτό φησιν, ὅτι πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· κατασείοντος γὰρ εἰς δειλίας τὰς τῶν ἀνθρώπων ψυχὰς τοῦ πάντα ἰσχύοντος Θεοῦ, τίς ἐνήσει τὸ θάρσος, ἤγουν εὔψυχον ἀποφανεῖ, καὶ ἱκανῶς ἔχοντα πρὸς ἀντίστασιν; Ταραχθήσεσθαι δὲ τοὺς πρέσβεις φησὶ, καὶ ὠδῖσιν αὐτοὺς ὡς γυναικὸς τικτούσης περιπεσεῖν, συμφοράσειν δὲ ἕτερος πρὸς τὸν ἕτερον, καὶ μὴν καὶ ἐκστήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλόγα μεταβαλεῖν. Πρέσβεις δὲ, οἶμαι, φησὶ, τοὺς τῶν εἰδώλων ἱερουργοὺς, τοὺς τῇ