Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.356.1
Not analysed yet
μάγῳ τέχνῃ διαπρεπεστάτους παρὰ τοῖς Βαβυλωνίοις, τοὺς τῶν δαιμονίων θεραπευτὰς, οἳ κατά γε τὸ εἰκὸς τῆς ἐφόδου μελετωμένης ἀφίξεσθαι τῶν Μήδων Κύρῳ τε ὁμοῦ καὶ Πέρσαις προσδοκωμένων, κατεμαντεύοντο τὰ χρηστὰ, καὶ τὰς παρὰ τῶν δαιμονίων ἐκάλουν ἐπικουρίας, λιτὰς ἀνατείνοντες καὶ γέρα προσεπάγοντες τὰ νενομισμένα, τελετὰς δῆλον ὅτι καὶ τὰς βεβήλους θυσίας, πρεσβεύειν τε ὑπὲρ ἁπάσης τῆς χώρας ὑπισχνούμενοι. Οὗτοι τοίνυν, φησὶν, οἱ τῶν δαιμονίων θεραπευταὶ καὶ ἱκέται, οἱ τὰς ὑπὲρ πάντων τελοῦντες θυσίας, ὅταν ἴδωσιν ἀντεστραμμένα πρὸς τὰ παρ' ἐλπίδα τὰ πράγματα αὐτοῖς, ταραχθήσονταί τε καὶ ἐν ὠδῖσιν ἔσονται πικραῖς, συμφοράσουσίν τε ἕτερος πρὸς τὸν ἕτερον, τοῦτ' ἔστιν, ἀλλήλοις ἐπιφωνήσουσι τὰ ὡς ἐξ ἀκράτου συμφορᾶς, τὸ, οὐαὶ, δηλονότι καὶ τὰ παραπλήσια. Ὥσπερ δὲ ὑπὸ φλογὸς μεταβαλοῦσι τὸ πρόσωπον. Φιλεῖ γάρ πως τὸ τῶν ἀθυμούντων καταμελαίνεσθαι πρόσωπον, ὡς οὐδὲν ἕτερον εἶναι δοκεῖν πλὴν ὅτι σποδιὰν καὶ σποδοῦ μαρανθείσης λείψανον. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἐξολοθρεῦσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Ἀναφανδὸν ἐν τούτοις διδάσκειν πειρᾶται, ὁποία τίς ἐστιν ἡ πρόφασις τοῦ συμφοράσαι μὲν πρὸς ἀλλήλους τοὺς ἄρχοντας, μεταβαλεῖν δὲ τὸ πρόσωπον ὡς ἀπὸ φλογός. Ἐπειδὴ γὰρ κατεμαντεύοντο μὲν, ὡς ἔφην, τὰ κατ' εὐχὴν ἑαυτοῖς, καὶ πᾶσι δὲ τοῖς Βαβυλωνίοις· διημαρτήκασι δὲ τῆς ἐλπίδος· ταύτῃ τοι, φησὶ, καὶ κατηφείας ἔσονται μεστοί. Ἐφέστηκε γὰρ αὐτοῖς ἀνίατος ἡμέρα, τοῦ πάντων Κυρίου αὐτὴν ἐπάγοντος· ἡμέραν δὲ πάλιν ὀνομάζει τὸν καιρὸν, καθ' ὃν γέγονεν ἡ θεία τε καὶ ἀνουθέτητος ὀργὴ, ὡς τεθῆναι τὴν τῶν Χαλδαίων ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Καὶ οὐ δή που πάντως ὡς ὄντων ἐκεῖσε τινῶν, οἳ καὶ ἔξω τίθενται τῆς ὀργῆς διὰ τὸ εἶναι χρηστοὶ, τοὺς ἁμαρτωλοὺς ἀπολέσθαι φησί· ἅπασι δὲ μᾶλλον τοῖς τὴν Χαλδαίων οἰκοῦσι χώραν ἁρμόσειεν ἂν εἰκότως τοὔνομα, διάτοι τὸ πάντας πονηροὺς εἶναι καὶ εἰδωλολάτρας. Ἐπειδὴ δὲ τὰ μεγέθη τῶν συμφορῶν ἔσθ' ὅτε μονονουχὶ σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπιμπλᾶσι νοῦν, ὡς καὶ ἡμέρας οὔσης ἀπεῖναι δοκεῖν τοῦ ἡλίου τὸ φῶς, ἀπρακτεῖν δέ πως, εἴς γε τὸ δύνασθαι καταυγάσαι, φημὶ, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, καὶ αὐτῆς δὲ τῆς σελήνης τὸν κύκλον· ταύτῃ τοί φησιν· Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι· σκοτισθήσεσθαι δὲ τοὺς Βαβυλωνίους, ἤτοι τῶν Βαβυλωνίων τὸν νοῦν· καὶ ἀνίσχοντος τοῦ ἡλίου, καὶ ἀναλαμπούσης σελήνης, καίτοι τῶν στοιχείων οὐ συνεσταλκότων τὸ φῶς, ἀλλ' ὡς ἐκ πολλοῦ δείματος καὶ ταῖς θείαις ὀργαῖς ὑπενηνεγμένων, νύκτα τε καὶ σκότος ἐχόντων εἰς νοῦν. Ἐντελοῦμαι δὲ, φησὶ, τῇ οἰκουμένῃ ὅλῃ κακά. Τὸ, ἐντελοῦμαι