Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.357
Not analysed yet
φησὶν, ἀντὶ τοῦ, ἀπειλήσω, ἤγουν ἐπενεχθῆναι προστάξω, ὥστε καὶ ὕβριν ἀνόμων καθελεῖν, ταπεινῶσαι δὲ τοὺς ὑπερηφάνους, αὐτοὺς δηλονότι τοὺς ἀλαζόνας. Ὑπέροπτον γάρ πως ἀεὶ καὶ ἐξιτηλότατον τὸ Ἀσσυρίων γέγονεν ἔθνος, καὶ πρός γε τούτῳ θεομισές. Τετίμητο γὰρ παρ' αὐτοῖς τῶν μὲν ἀρίστων οὐδέν· ἅπαν δὲ μᾶλλον τὸ καταλυπεῖν πεφυκὸς τὸν τῶν ὅλων Θεόν. Ἰστέον δὲ ὅτι οἱ τὴν θείαν διερμηνεύσαντες Γραφὴν, Ὠρίωνος πεποίηνται μνήμην, ἓν τῶν ἀστέρων τὸ ἐπισημότατον δι' αὐτοῦ σημαίνοντες, καὶ οὔ τί που πάντως ταῖς Ἑλλήνων τερθρείαις κατακολουθήσαντες τὰ τοιάδε φασὶν, κατεχρήσαντο δὲ μᾶλλον τῷ κατὰ συνήθειαν ὀνόματι, καθάπερ ἀμέλει καὶ ἐν τῷ Ἰὼβ γέγραπται· «Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμιεῖα Νότου.» Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. Ἔντιμον ἐν τούτοις τὸ ζητητέον. Ὀλιγανδρήσειν τοίνυν φησὶν οὕτω τὴν Βαβυλωνίων, καὶ ἅπασαν δὲ τὴν Ἀσσυρίων χώραν, ὡς δυσευρέτους γενέσθαι τοὺς ζῶντας ἐν αὐτῇ, καὶ τοσαύτην τῶν περιλελειμμένων τὴν σπάνιν, ὅση καὶ λίθων Ἰνδικῶν, καὶ χρυσίου τοῦ δοκιμωτάτου. Δοκεῖ γάρ πως τὰ τοιάδε παρά τισιν εἶναι τίμια, διὰ τὸ λίαν δυσπόριστον, καὶ μὴν ὅτι ὀλίγα, καὶ μόλις. Οὐκοῦν, ὡς ἂν εἶεν, φησὶ, δυσπόριστα τὰ ἀνθρώποις τεθαυμασμένα λίθοι τε τίμιοι, καὶ τὸ ἀπύρωτον χρυσίον, τοῦτ' ἔστι, τὸ δοκιμώτατον, οὕτως ἔσονται ὀλίγοι, καὶ μόλις οἱ ἐκ πολέμου περιλελειμμένοι, καὶ τὸ τῶν μεμαχημένων διαφυγόντες στίφος. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ τῇ ἡμέρᾳ, ὅταν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Λαλοῦσι μὲν ὑπερβολικῶς οἱ μακάριοι προφῆται, καὶ τὴν θείαν τε καὶ ἄφραστον δύναμίν τε καὶ δόξαν δεχόμενοι κατὰ νοῦν, αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν τὰ ἐξαίρετα. Ἀεὶ δέ πως ὀργιζομένῳ Θεῷ συγκαταθήγεται πρὸς ὀργὰς καὶ ἡ δούλη κτίσις, διανιστάντος πάντως που πρὸς τοῦτο αὐτὴν τοῦ πᾶσι προστάττοντος. Καὶ γοῦν ὠργίζετο μὲν Αἰγυπτίοις, ἀπρακτεῖν δὲ ἡ κτίσις οὐκ ἠνέσχετο. Μεθίστατο μὲν γὰρ εἰς αἷμα τὸ ὕδωρ, ἐξῆρε δὲ καὶ ἡ γῆ βατράχους, καθὰ γέγραπται, καθίει δὲ χαλάζας ὁ οὐρανός· καὶ μὴν καὶ βαθὺς, καὶ τριήμερος ἁπάσης αὐτῶν τῆς χώρας κατεσκίδνατο σκότος. Οὐκοῦν θυμωθήσεται, φησὶ, καὶ αὐτὸς ὁ οὐρανὸς, καὶ οἷον ἐκ βάθρων ἡ γῆ σεισθήσεται, διὰ θυμὸν ὀργῆς Κυρίου. Συνεκπολεμεῖ γὰρ ἡ κτίσις ἐπὶ τοὺς ἄφρονας, καὶ λελυπημένου Δεσπότου μονονουχὶ συγκαθίσταται καὶ ἡ αὐτὴ πρὸς τοῦτο. Πάντα γὰρ τῇ ὑπερτάτῃ συντρέχει βουλῇ, καὶ οὐδέν ἐστι τῶν ὄντων, ὃ μὴ τοῖς θείοις νεύμασι, καὶ ἀβουλήτως παραχωρῇ. Καὶ ἔσονται καταλελειμμένοι ὡς δορκάδιον φεῦ-