Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.37
Not analysed yet
αιτοῦμαι δὲ καὶ μόνην ὑμῶν τὴν θέαν· οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Πάλαι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ ἀνοσίως ἀπονενευκότες ἐπὶ τὸ ἑλέσθαι δεῖν τὸν τῶν ὅλων Θεὸν παροτρύνειν ἐφ' ἑαυτοὺς, διὰ τοῦ λατρεύειν τῇ κτίσει, προσκυνεῖν δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, δέδονται τοῖς Βαβυλωνίοις καὶ ἀπεκομίσθησαν τῆς Ἰουδαίας αἰχμάλωτοι, καὶ κατῳκήκασιν ἐν τοῖς ὄρεσιν Περσῶν καὶ Μήδων, πικρὰν καὶ δύσοιστον ἀνατλάντες δουλείαν. Ἐπειδὴ δὲ αὐτοῖς ἑβδομηκοστὸν ἔτος τετέλεσται, κατηλέει πάλιν ὁ φιλοικτείρμων Θεός. Καὶ γοῦν ὡς ἐν τῷ Ζαχαρίᾳ γέγραπται, τὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο λιτὰς ὁ μακάριος ἄγγελος, λέγων· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπέριδες; τοῦτο ἑβδομηκοστὸν ἔτος·» καὶ πρός γε ταῦτα Θεός «Ἐζήλωσα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά» Οὐκοῦν ἀνῄρηκε μὲν τότε τὰς ἁμαρτίας αὐτῶν, λελύτρωται γὰρ, καὶ ἀνεκομίσθη πάλιν εἰς τὴν ἑαυτῶν. Μετὰ δέ γε τὸν τοῦ Σωτῆρος σταυρὸν, οὐκέτι τὰς ἁμαρτίας αὐτοῖς ἀνήσειν ἐπαγγέλλεται, διά τοι τὸ μακροὺς ἐφ' ἑαυτοῖς διαγενέσθαι καιροὺς, καθὼς μεμενήκασι τοῖς ἐξ ὀργῆς κινήμασιν ὑπενηνεγμένοι. Ὅτι μὲν γὰρ ἐν ἐσχάτοις ἐλεηθήσονται καιροῖς, τῇ εἰς Χριστὸν χάριτι μεθ' ἡμῶν δικαιούμενοι, διεκήρυξε τὸ γράμμα τὸ ἱερὸν, ἐπειδὴ δὲ, ὡς ἔφην, πολὺ τῶν πάλαι μακρότεροι γεγόνασιν ἐπ' αὐτοὺς οἱ τῆς ὀργῆς χρόνοι. Ταύτῃ τοί φησιν· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· καὶ καθ' ἕτερον δὲ, εἰ βούλει, τρόπον, τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖς. Προσεκόμιζον θυσίας κατὰ τὸν πάλαι νόμον οἱ ἐξ Ἰσραὴλ, τὰς ὑπέρ γε τῶν ἰδίων πλημμελημάτων. Ἔριφος δὲ καὶ ἀμνὸς ἐσφάζετο, καὶ συνεχώρει Θεός. Οὐκ ἀνικάνως ἔχοντος καὶ πάλαι τοῦ νόμου βοηθεῖν ἀρχαιοτέροις, ἐμορφοῦτο γὰρ ἐν αὐτῷ τὸ Χριστοῦ μυστήριον. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ Χριστὸς, ἀπρακτεῖν ἔδει λοιπὸν τὴν ἐν τύπῳ κάθαρσιν, ὡς τῆς ἀληθείας ἤδη παρούσης. Ὅτι τοίνυν οὐκ ἀρκέσει πρὸς ἄφεσιν αὐτοῖς ἡ νόμου σκιὰ τὴν διὰ Χριστοῦ λύτρωσιν, οὐ προσιεμένοις, διδάσκει, λέγων· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Οὔπω μὲν γὰρ παρούσης τῆς ἀληθείας, φησὶν, συγκεχώρηκα τοῖς τύποις ὠφελεῖν δύνασθαι τοὺς ἐνόχους ἁμαρτίαις, αἰδοιτῇ πρὸς τὴν ἀλήθειαν καὶ τοῦτο ποιῶν, παρούσης δὲ ἤδη καὶ ἀναδεδειγμένης, ἀδρανὴς ὁ τύπος, ἀνόνητος ἡ σκιά. Καὶ ἀνήσω μὲν οὐκέτι τὰς ἁμαρτίας ὑμῶν, ἐπαιρόντων δὲ τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου, κἂν εἰ πλείστας ὅσας ποιεῖν ἕλοισθε τὰς λιτὰς, οὐκ εἰσδέξομαι. Ἆρ' οὖν ἀπέστη τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων δημιουργός; ἤγουν ἐπελάθετο τοῦ οἰκτειρῆσαι Θεός; Οὐδαμῶς, φησὶν, εἰμὶ γὰρ, εἰμὶ χρηστός τε καὶ ἀγαθὸς καὶ φιλοικτίρμων, μόνον δὲ οὐχὶ ἄκων ἀποστρέφω τοὺς ὀφθαλμούς. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀκούεις ὅπως τὸ τῆς μιαιφονίας αὐτοῖς εἰσκεκόμικεν ἔγκλημα, σιωπήσας τὰ ἕτερα τῶν πταισμάτων; καίτοι πολλοῖς