Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.40
Not analysed yet
αἰτιάμασιν ἐνόχους ὄντας εὑρήσομεν. Ἤκουον γὰρ, Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἐπειδὴ δὲ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτῷ τὰς ἀνοσίους ἐπήγαγον χεῖρας τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ, ταύτῃ τοι καὶ μάλα εἰκότως τὸ παγχάλεπον ἔγκλημα, καὶ τὸ εἰς πᾶσαν κατάκρισιν ἀρκοῦν αὐτοῖς ἐπιφέρει, λέγων· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀποστρέφει δὲ τὸ πρόσωπον ὁ Θεὸς καὶ Πατὴρ, ὡς ὁρᾷν οὐκ ἀνεχόμενος τῷ αἵματι τοῦ Υἱοῦ πεφοινιγμένας ἔτι τῶν μιαιφόνων τὰς χεῖρας. Λούσασθε, καθαροὶ γίνεσθε. Πάλιν αὐτοὺς εἰς ἀνάμνησιν τῶν ἠσεβημένων αὐτοῖς ἐνεγκὼν ἀπογινώσκειν οὐκ ἐᾷ. Ἐπιφέρει δὲ χρησίμως τὴν ἐξ ἡμερότητος χάριν. Καὶ οὐκ ἐξείργει τῆς δωρεᾶς τῆς προτεθείσης διὰ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.» Καὶ ὑπόδικος γέγονεν ὁ κόσμος τῷ Θεῷ, τῶν μὲν ἐθνῶν τῇ κτίσει λελατρευκότων, τῶν γε μὴν ἐξ Ἰσραὴλ τὸν διὰ Μωσέως αὐτοῖς δοθέντα παραβεβηκότων νόμον. Ἀλλ' ἐπέλαμψεν ὁ Χριστὸς τοῖς ἔθνεσι, καὶ κέκληται πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς· καὶ ὁ ποτὲ οὐ λαὸς, γεγόνασι λαός. Ἰουδαῖοί γε μὴν οἱ τάλανες πεπαροινήκασιν εἰς Χριστὸν, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασιν ἀνοσίως, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεός. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀνευρύνει καὶ αὐτὸς τὴν τῆς σωτηρίας ὁδὸν καὶ ἀποκρούεσθαι κελεύει τὰ ἐγκλήματα, δικαιουμένου δωρεὰν καὶ οὐκ ἐξ ἔργων νόμου. Μᾶλλον δὲ διὰ τῆς πίστεως, καὶ τοῦ ἁγίου βαπτίσματος, ταύτῃ τοι φησί· «Λούσασθε, καθαροὶ γένεσθε.» Τοῦτο καὶ ὁ πάλαι νόμος αὐτοῖς ὡς ἐν σκιαῖς διετύπου, καὶ προανεκήρυττε τὴν χάριν τὴν διὰ τοῦ ἁγίου βαπτίσματος. Ἔφη γάρ που Θεὸς πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάβε τοὺς Λευΐτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, καὶ ἁγνιεῖ αὐτοὺς, καὶ οὕτως ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν. Περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ, καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν. Καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.» Εἶτα ποῖον ἐστὶ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ διδάξει λέγων ὁ σοφώτατος Παῦλος· «Εἰ γὰρ τὸ αἷμα τράγων καὶ μόσχων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ;» Οὐκοῦν σαρκικὴν μὲν ὁ νόμος ἐποιεῖτο τὴν κάθαρσιν διὰ τοῦ ὕδατος τοῦ ἁγνισμοῦ. Διασμήχει δὲ ὁ Χριστὸς διὰ τοῦ ἁγίου βαπτίσματος πάντα ῥύπον ἡμῶν ψυχικόν. Βεβαπτίσμεθα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, πᾶν εἶδος τῆς ἐν ἡμῖν φαυλότητος μονονουχὶ συντήκοντος, καὶ ὡς ἄχρηστον δαπανῶντός τινα συρφετὸν ὕλην· ἔργον γὰρ τοῦτο πυρός. Τοῦτό τοι καὶ ὁ μακάριος Παῦλος διασαφεῖ, λέγων· «Πίστει χρηματισθεὶς Νῶε κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,» εἰς ἢν ὀλίγαι, τοῦτ' ἔστιν, ὀκτὼ ψυχαὶ διεσώθησαν δι' ὕδατος. «Ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Ὃ δὴ καὶ αὐτοῖς