Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.380
Not analysed yet
Ἐκ τῶν ὑπαρχθέντων ἔσθ' ὅτε, φησὶ, φορτικωτέραν αὐτοῦ τὴν συμφορὰν διαδείκνυσι· καὶ ἀληθὲς ὅπερ ἔφην· εἰ μὴ δὲ τῶν ἴσων συνέβη τυχεῖν τοῖς ἄλλοις, τὸν οὕτω περιφανῆ καὶ ὑψαύχενα καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, εἰς τὸ ὑψοῦ τεθεῖσθαι δοκεῖν ἠρμένον. Οἱ μὲν γὰρ κεκοίμηνται, φησὶν, οὐ δίχα τιμῆς, οὔτε μὴν ἔξω που τῶν ὅτι μάλιστα φιλαιτάτων αὐτοῖς ἐνδιαιτημάτων. Σὺ δὲ καὶ τούτων ἀμοιρήσας παντελῶς, ἐν ὄρεσι κείσῃ βδελυρὸς, καὶ ἐῤῥιμμένος, τοῦτ' ἔστιν, ὀδωδώς τε καὶ ἀτερπὴς εἰς θέαν. Τί γὰρ ἂν γένοιτο βδελυρώτερον σώματος νεκροῦ καὶ περιστολὴν οὐκ ἔχοντος; Κείσῃ δὴ οὖν ὁμοῦ τοῖς ἄλλοις, οἳ μαχαίρας ἔργον γεγόνασι Μηδικῆς, οὐδενὸς ἐπὶ σοὶ θρηνήσαντος, οὐ τὸ τοῖς τεθνεῶσι ἀκολουθοῦν ἐπιστάξαντος δάκρυον, οὐκ ἐνταφίοις τιμήσαντος· οἰκτρὸς δὲ οὕτως καὶ ἐῤῥιμμένος, ὡς μηδενὸς τῶν ἄλλων διενεγκεῖν, οἳ καὶ γεγόνασιν ὑπὸ χεῖρα σὴν, καὶ ἀσημότατοι παντελῶς. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι μέχρι τούτων ὁ θρῆνος στήσεται. Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι, οὐκέτι καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός· διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Τὰ παγχάλεπα τῶν δυσσεβημάτων δυσέκπλυτά τέ ἐστι, καὶ τοῖς δεδρακόσιν αὐτὰ βαφῆς τινος δίκην ἐγκεχρωσμένα καταθεῷτό τις ἄν. Ἀποδείκνυσι γεμὴν αὐτοὺς τῆς εἰς λῆξιν ἡκούσης ἀγανακτήσεως πεπραχότας ἄξια, καὶ δίκης ἀξίους τῆς ἰσοῤῥόπου τοῖς αἰτιάμασιν. Οὐκοῦν οὐκ ἀπαλλαχθήσῃ, φησὶ, τῶν πλημμελημάτων, οὐδ' ἂν γένοιο καθαρὸς, καὶ κατοικτείρεσθαι πρέπων. Ἔσῃ δὲ οὕτω μεμολυσμένος, καὶ ἀναπόβλητον ἔχων τῆς μιαιφονίας τὸ ἔγκλημα, καθάπερ ἀμέλει καὶ ἱμάτιον αἵματι πεφυρμένον. Ἀπώλεσας γὰρ τὴν γῆν τὴν ἁγίαν, ἀπέκτεινας δὲ καὶ τὸν ἐκνεμηθέντα μοι λαόν· «Ὅτε γὰρ διεμέριζε,» φησὶν, «ὁ Ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Πάνδεινον οὖν ἄρα τὸ κατεπαίρεσθαι τῆς τοῦ Κυρίου γῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, καὶ τὰ τῆς μιαιφονίας τολμήματα πληροῦν, κατὰ τοῦ ἐκνεμηθέντος λαοῦ τῷ Χριστῷ. Ἔσται γὰρ κατ' οὐδένα τρόπον καθαρὸς, ὁ τοῖς οὕτως ἐκτόποις ἐναλοὺς ἐγκλήμασιν. Φαίη δ' ἂν οἶμαί τις, τὰς ἐπί γε τῇ Ἰουδαίᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις συμφορὰς ἐκνενοηκώς· Ἆρα γὰρ αὐτόμολος ἧκεν ὁ Βαβυλωνίων τύραννος, καὶ κατεστράτευσε τῆς Ἰουδαίων γῆς, εἷλε δὲ καὶ τὴν ἁγίαν πόλιν, οὐκ ἀφέντος αὐτῷ τοῦτο δράσαι Θεοῦ, μᾶλλον δὲ οὐκ αὐτῷ δεδωκότος; καίτοι φησὶν αὐτὸς ὁ προφήτης ἡμῖν Ἡσαΐας; ὅτι «Συριεῖ Κύριος μυΐας, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ