Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.381
Not analysed yet
ξύλῳ.» Πῶς οὖν ἄρα τοῖς νεύμασιν ὑπηρετήσας ὁ Βαβυλώνιος ἀνεξίτητον ἔχει τὸ ἔγκλημα, καὶ οὕτω κεκόλασται δεινῶς, ὡς ἐπέκεινα μηδὲν ὁρᾶσθαι τῆς ἐπενεχθείσης ὀργῆς αὐτῷ; Ναὶ καὶ μάλα εἰκότως. Ἠθέλησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀπονενευκότα πρὸς ἀπόστασιν ἐλέγξαι τὸν Ἰσραὴλ, καὶ συμμέτροις αἰκίαις ἀναπεῖσαι παλινδρομεῖν εἰς τὴν αὐτῷ συνήθη λατρείαν, φημὶ δὴ τὴν νομικήν. Ὁ δὲ, καίτοι πρὸς τοῦτο ἠγμένος, θηρίου δίκην ἀμείλικτος ἦν, καὶ ἀχαλίνοις ἐχρήσατο τοῖς θυμοῖς, καὶ γοῦν ἐγκαλεῖται Θεοῦ λέγοντος ἐναργῶς· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα· αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Ὥσπερ δὲ σκεῦος ὄντα θυμοῦ καὶ ὀργῆς τὸν Φαραὼ καὶ ὑποκείμενον ἤδη κολάσει δι' οἰκεῖα πταίσματα ἐξήγειρε, καθά φησιν αὐτὸς, ἵν' ἐνδείξηται ἐν αὐτῷ, τήν τε ἰδίαν δύναμιν, καὶ τῆς δικαιοκρισίας τὸ ἀκριβές· οὕτω νοήσεις καὶ ἐπὶ τοῖς Βαβυλωνίοις. Σκεύη γὰρ ὄντες ὀργῆς, καὶ κολασθῆναι δικαίως ὀφείλοντες, ἐπηνέχθησαν τοῖς Ἱεροσολύμοις· ἵνα παιδεύσαντες τὸν Ἰσραὴλ, ἐξαιτηθεῖεν μετὰ τοῦτο καὶ αὐτοὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσάν τε καὶ ἁρμοδιωτάτην κόλασιν. Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν, καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Πάνδεινα μὲν δέδρακε κατὰ παντὸς ἔθνους ὁ Ναβουχοδονόσορ, καὶ οἱ μετ' αὐτὸν δὲ καὶ ἐξ αὐτοῦ γεγονότες, μέχρι Βαλτάσαρ, ταῖς τοῦ πατρὸς ἑπόμενοι δυστροπίαις, ὑπερήλαντο τὰ ἐκείνου, ὠμοί τε καὶ ἀπηνεῖς κατὰ παντὸς γεγόνασιν ἔθνους, κατεπεφύοντό τε τοῦ Ἰσραὴλ, καίτοι γεγόνασιν ἐν αἰχμαλωσίᾳ καὶ ζυγῷ δουλείας ἐνησχημένοι. Πεφρονήκασι δὲ οὕτω τι μέγα, καὶ κατ' αὐτῆς τῆς τοῦ Θεοῦ δόξης, ὥστε καὶ τὸν ἀλιτήριον Βαλτάσαρ, ποιοῦντα πότον τοῖς μεγιστᾶσιν αὐτοῦ, παρενεγκεῖν εἰς μέσον τὰ σκεύη τὰ ἅγια, καὶ πιεῖν ἐν αὐτοῖς ταῖς παλλακίσιν ὁμοῦ καὶ ταῖς παρακοίταις αὐτοῦ, ὅτε καὶ ἐξῆλθεν ἀστράγαλος χειρὸς, καθά φησιν ὁ Δανιὴλ, καὶ γραφὴν ἐν τῷ τοίχῳ πεποίηται· Μάνη, Θεκὲλ, Φαρές· ὃ δὴ καὶ διερμηνεύων ὁ θεσπέσιος Δανιὴλ, μεμερίσθαι μὲν ἔφη τὴν βασιλείαν αὐτοῦ, δεδόσθαι δὲ Μήδοις καὶ Πέρσαις. Φασὶ τοιγαροῦν ὁλόῤῥιζον ἀπολέσθαι τότε τὸ τοῦ Ναβουχοδονόσορ γένος, καὶ μέν τοι τὸ Βαλτάσαρ, ὥστε μηδένα τὸ παράπαν ἐξ αἵματος αὐτῶν ἐπιβῆναι μετ' αὐτοὺς τοῖς παρ' αὐτοῖς βασιλείας θάκοις. Τοῦτο, οἶμαι, διὰ τῶν προκειμένων ἡμῖν ὁ προφητικὸς διαδείκνυσι λόγος. Ἄθρει γὰρ ὅπως κατὰ παντὸς τοῦ πονηροῦ σπέρματος ἡ θεία κεχώρηκεν ὀργή. Ἑτοίμασον γὰρ, φησὶ, τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου. Ἐπειδὴ γὰρ οἱ πατέρες γεγόνασιν ἀσεβεῖς, πέπαυται τὸ ἐξ αὐτῶν σύμπαν ἐσόμενον γένος. Διὰ ποίαν αἰτίαν; Ἵνα μὴ ἀναστῶσι, φησὶ, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων· τοῦτ' ἔστιν, ἵνα μὴ ταῖς τῶν πατέρων