Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.384
Not analysed yet
ἀγερωχίαις ἑπόμενοι, καὶ προγονικῆς δυσσεβείας γενόμενοι ζηλωταὶ, κατεμπλήσωσι μὲν πολέμου τὴν γῆν, καθάπερ ἀμέλει κἀκεῖνοι, γένοιντο δὲ αὐτῆς καὶ κύριοι. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα, καὶ σπέρμα. Ὅνπερ γὰρ τρόπον τοῖς εὐαρεστήσας· τῶν βασιλέων τοῦ Ἰσραὴλ υἱοὺς τετάρτους ἐπηγγείλατο Θεὸς καθήσεσθαι ἐπὶ τῶν θρόνων αὐτῶν, ἐκτείνων τὴν εὐλογίαν καὶ εἰς τὸ ἐξ αὐτῶν ἐσόμενον γένος· οὕτω τῶν ἄγαν γεγονότων δυσσεβῶν ἀνακόπτει τοῦ γένους τὴν ἐπίδοσιν. Οἱ γὰρ ἀσεβεῖς, φησὶν, ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται. Ἀκουέτω δὴ οὖν καὶ ὁ πάντων ἐχθρὸς, ὁ τῆς ἁμαρτίας εὑρέτης, καὶ ἁπάντων ἡμῖν παραίτιος γεγονὼς τῶν κακῶν· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ γὰρ ἠρκέσθη τῷ μεταστῆσαι πρὸς παράβασιν τὴν τοῦ γένους ἡμῶν ἀρχὴν, ἀλλὰ γὰρ καὶ ἅπασαν τὴν ὑπ' οὐρανὸν ἀποβουκολῆσαι Θεοῦ, καὶ τῆς πρὸς αὐτὸν ἀποκομίσας ἀγάπης τὸν ἐπὶ γῆς ἄνθρωπον, ἴδιον ἀπέφηνε προσκυνητὴν, καὶ τοῖς τῆς ἀπωλείας ἐνῆκε βόθροις. Οὐκοῦν οὐκ ἔσται καθαρὸς, ἀλλ' οὐδὲ μεμένηκεν εἰς τὸν αἰῶνα χρόνον· οὐ γὰρ μέχρι παντὸς κεκράτηκε τῶν ἠδικημένων, ἀνασειράζοντος Θεοῦ τὴν πλεονεξίαν, καὶ ἀνακόπτοντος τῆς καθ' ἡμῶν σκαιότητος τὰς ὁρμάς. Ἀπόλωλε γὰρ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, τοῦτ' ἔστι, τοῖς ἀκαθάρτοις δαίμοσι· σπέρμα γὰρ ἧσαν πονηρόν. Ἀπολώλασι σειροῖς ζόφου τεταρταρωμένοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ἐκβέβληνται γὰρ τῆς καθ' ἡμῶν τυραννίδος, καὶ γέγονεν ἡμῖν εἰρήνη Χριστός. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν, καὶ τὰ νοήματα ἡμῶν.» Συνέβη δὲ τοῦτο παθεῖν αὐτοὺς τίνα τρόπον, αὐτὸς ἡμῖν ὁ τῶν ὅλων Θεὸς σαφηνιεῖ λέγων· Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν τὸ ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν. Ἔοικεν εἶναί τις τῶν κατὰ πλάτος εἰρημένων ἀνακεφαλαίωσις συντομωτάτη τὸ προκείμενον ἡμῖν ῥητόν. Δηλοῖ γὰρ ἕτερον οὐδὲν, πλὴν ἐκεῖνό που πάντως, ὡς ἀνθρώπων μὲν ἔρημος ἔσται παντάπασιν ἡ Βαβυλωνίων, ζώων δὲ πλήρης, οἷς ἐνδιαίτημα φίλον ἡ ἐρημία. Ἐπειδὴ δὲ πλείστην, κατὰ τὸ εἰκὸς, ὑδάτων ἔχει καταφορὰν, φασὶ δὲ καὶ ποταμὸν αὐτὴν τέμνειν δίχα, συμβέβηκεν οὐδενὸς τῶν ναμάτων τὴν ῥύμην παροχετεύοντος, ἐφ' οὓς ἧν ἀκόλουθον ἰέναι τόπους, διασκίδνασθαί τε κατὰ πάσης τὸ ὕδωρ, καὶ τελμάτων ἀποτελέσαι τὴν πληθὺν, ὡς πάλαι λαμπρὰν καὶ διαβόητον, βασιλίδα τε τῶν ἄλλων, καὶ ἐνδοξοτάτην κατωνομασμένην, πηλοῦ βάραθρον γενέσθαι καὶ τοῖς ἐμπίπτουσιν εἰς ἀπώλειαν.