Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.385
Not analysed yet
Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν· καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. Προφητεύει μὲν ὁ μακάριος Ἡσαΐας ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεχίου· ἔοικε δὲ τουτοισὶ ποιεῖσθαι τοὺς λόγους, τοὺς κατά γε φημὶ τῆς Βαβυλῶνος, ἢ καὶ ἁπάσης τῆς Ἀσσυρίων γῆς· περιόντος ἔτι καὶ τὴν βασιλίδα τιμὴν μετὰ χεῖρας ἔχοντος τοῦ Ὀζίου, ὅς ἐστι καὶ Ἀζαρίας. Ἐπειδὴ δὲ βασιλεύοντος Ἐζεχίου κατεστράτευσε τῆς Ἰουδαίας Σενναχειρεὶμ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν εἷλε τῆς Σαμαρείας πόλεις, ἐλήλεγκται δὲ διὰ χειρὸς Θεοῦ, καὶ αὐτοῖς ἐπιπηδήσας τοῖς Ἱεροσολύμοις· ἀπέθανον γὰρ ἐν μιᾷ νυκτὶ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες, ἀγγέλου χειρὶ δαπανώμεναι· ταύτης ἕνεκα τῆς αἰτίας, ἵνα μή τι τῶν παρὰ Θεοῦ πρὸς παράκλησιν τοῦ Ἰσραὴλ εἰρημένων διαπίπτειν δοκεῖ, προαναφωνεῖ καὶ τοῦτο καί φησιν, ὅτι Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται· κατοιχήσεται γὰρ, φησὶν, εἰς πηλοῦ βάραθρον ἡ Βαβυλωνίων· ἔσται δὲ καὶ ἠρημωμένη, μενεῖ δὲ κἀκεῖνο· καὶ πάντη τε καὶ πάντως ἐκτελευτήσει, φησὶν, εἰς αἴσιον πέρας, ὃ βεβούλευμαί τε καὶ ταῖς παρ' ἐμαυτοῦ κεκύρωκα ψήφοις, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα· ἀφαιρεθήσεται δὲ καὶ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν. Ἀπέσταλτο μὲν γὰρ παρὰ τοῦ Σενναχηρεὶμ ὁ Ῥαψάκης ἐκ Λαχεῖς εἰς Ἱερουσαλήμ. Εἶτα ταῖς Βαβυλωνίων στρατιαῖς ὅλην ἐν κύκλῳ περισχὼν, τῆς τοῦ Θεοῦ δόξης καταπεφλυάρηκεν οὐ μετρίως· καὶ βαρβαρικῷ φρονήματι πρέπουσαν ἠφίει φωνήν· «Μὴ γὰρ ἀπατάτω, φησὶν, ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς ἐκ χειρὸς Ἀσσυρίων·» ζυγὸν δὲ δουλείας τοῖς ἄνωθεν ἐλευθέροις ἐπιῤῥῖψαι ζητῶν, μέγα τὸ κῦδος, τοῦτ' ἔστι, δόξαν, ἑαυτῷ τε καὶ τῷ οἰκείῳ δεσπότῃ περιτιθεὶς, εἰς ἀδόκητον κατενήνεκται συμφοράν. «Ἀναστάντες γὰρ, φησὶ, τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.» Ἔγνω δὲ διὰ πείρας, ὅτι τέ ἐστιν παναλκὴς ὁ τῶν ἁγίων προεστηκὼς, καὶ τοῖς θείοις αὐτοῦ νεύμασι τὸ ἀντιστατοῦν οὐδέν. Αὔτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης ὅλης. Ὃ γὰρ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἰστέον δὴ πάλιν, ὡς οὐ κατὰ πάσης τῆς οἰκουμένης, ἤτοι τῆς ὑπ' οὐρανὸν, ἡ τῆς προφητείας τῆς ἔν γε τούτοις ἔρχεται δύναμις, γέγονε δὲ μᾶλλον ὁ τῆς προαγορεύσεως λόγος κατὰ πάσης τῆς Ἀσσυρίων γῆς, ἢν καὶ οἰκουμένην ἀποκαλεῖ, διάτοι τὸ εἶναι πολλὴν καὶ εὐρεῖαν, ἔθνεσί τε μυρίοις καὶ ἀριθμοῦ κρείττοσιν ἀναπεπλῆσθαι πλουσίως. Οὐκοῦν τὰ εἰρημένα, φησὶ, κατὰ πάσης ἥξει τῆς Ἀσσυρίων γῆς,