Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.388
Not analysed yet
ὅτι τε πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, παραλύοντος δὲ οὐδενὸς τὴν ἐπαγωγὴν, ἤγουν ἐπαμύνειν τοῖς ὑπὸ θείαν ὀργὴν ἰσχύοντος, προσαποφαίνει λέγων· Ἃ γὰρ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἀποκείρει μὲν γὰρ εἰσάπαν τὴν τῶν Βαβυλωνίων ἐλπίδα· προσεμπεδοῖ δὲ χρησίμως τοὺς ἐξ Ἰσραὴλ, εἰς τὸ ἀραρότως διακεῖσθαι καὶ φρονεῖν, ὅτι πάντη τε καὶ πάντως ἀποπερανεῖ τὰ ἐπηγγελμένα πανσθενεστάτη τε ὑπάρχουσα, καὶ κατακρατοῦσα τῶν ὅλων, ἡ θεία τε καὶ ὑπερτάτη χείρ. Ἐπειδὴ γὰρ ᾤοντο δεινὴν καὶ δυσάντητον τὴν τῶν Ἀσσυρίων ὑπάρχειν ἰσχὺν καὶ παραχωροῦσαν οὐδενὶ, καὶ τὸ ἡττᾶσθαι παραιτουμένη, ἀπιστῆσαι δὲ ἦν διὰ τοῦτο εἰκὸς τοῖς τῆς προφητείας λόγοις· ταύτῃτοι καὶ μάλα εἰκότως τοῦτο παθεῖν οὐκ ἐᾷ· μόνον δὲ οὐχὶ καὶ ἐκδυσωπεῖ, καὶ τῆς ἀπιστίας τὴν νόσον προαποκείρει λέγων· Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦ ἔτους οὗ ἀπέθανεν Ἄχαζ, ἐγενήθη τὸ ῥῆμα τοῦτο· Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Διάφοροι κατὰ καιροὺς ἀποκαλύψεις ἐγένοντο τοῖς ἁγίοις προφήταις, καὶ τῇ φύσει τῶν πραγμάτων συμβαίνουσαι πρὸς ὄνησιν τῶν τηνικάδε. Καίτοι γὰρ ἀπεσκληκότα τὸν Ἰσραὴλ καὶ τῶν θείων νόμων ἀφειδηκότα μεταπλάττειν ἤθελεν εἴς γε τὸ χρῆναι τὰ ἀμείνω φρονεῖν ὁ τῶν ὅλων Θεὸς, πολυτρόπως εὐεργετῶν, καὶ τοῖς μὲν ἀνθεστηκόσιν αὐτῷ κατεξανιστὰς τὴν ὀργὴν, ἀνακομίζων δὲ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, εἰς ἐλπίδας ἀγαθὰς, ἵν' εἰδεῖεν ὡς εἷς τε καὶ μόνος ἐστὶν ὁ τῶν ὅλων Κύριος, καὶ ἕτερος μὲν παρ' αὐτὸν οὐδείς. Αὐτοὶ δὲ τῇ κτίσει τὸ σέβας παρὰ τὸν Κτίστην ἀνάπτοντες, καὶ σπουδὰς τοῖς ψευδωνύμοις προσκομίζοντες θεοῖς, προσκεκρούκασιν οὐ μετρίως. Τοιαύτην τινὰ καὶ νῦν οἰκονομίαν ἡ τῶν προκειμένων ἡμῖν προφητικῶν ἀναγνωσμάτων ὑπεμφαίνει δύναμις. Δεῖ δὲ, οἶμαι, τὰ ἱστορικῶς γεγονότα προαφηγήσασθαι, καὶ διειπεῖν ἕκαστα σαφῶς· ἔσται γὰρ οὕτω τοῖς ἐντευξομένοις ἐναργὲς ὅτι μάλιστα τὸ δηλούμενον. Βεβασίλευκε τοίνυν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰσραὴλ Ὀζίας, ὁ καὶ Ἀζαρίας. Οὗτος γέγονε μὲν εὐσεβείας ἐπιμελητής. Ἐποίησε γὰρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ γέγραπται περὶ αὐτοῦ. Δυνατώτατος δὲ καὶ δυσάντητος κομιδῇ τοῖς δι' ἐναντίας, ἤγουν τοῖς ἀλλογενέσι, τὴν ἐν τοῖς πολέμοις ἀντεξάγων ἰσχύν. Πολλὰς γοῦν ἐκπολιορκήσας εἷλέ τε καὶ πεπόρθηκε πόλεις τῶν Φυλιστιεὶμ, ἤτοι τῶν ἀλλοφύλων, τοῦτ' ἔστι, τῶν Παλαιστινῶν, καὶ ἐκ τῶν τῆς καλουμένης Κοίλης Συρίας. Γέγραπται δὲ οὕτω περὶ αὐτοῦ, ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· «Καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατίσχυσε τὰ τείχη Γὲθ, καὶ τὰ τείχη