Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.389
Not analysed yet
Ἀζώτου, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις. Κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ Ἄραβας, τοὺς κατοικοῦντας ἐπὶ τῆς Πέτρας, καὶ ἐπὶ τοὺς Μιναίους. Καὶ ἔδωκαν οἱ Μιναῖοι τῷ Ὀζίᾳ δῶρα, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω. Ἐπειδὴ δὲ ἀπεβίω, διαδέχεται τὴν βασιλείαν αὐτοῦ ὁ ἐξ αὐτοῦ γεγονὼς Ἰωάθαμ. Εἶτα μετὰ τοῦτον Ἄχαζ, πονηρός τε καὶ ἀποστάτης ἄνθρωπος, καὶ τοῖς τῆς ἀπάτης τέλμασιν ἐμβεβηκώς. Λελάτρευκε γὰρ ξύλοις τε καὶ λίθοις, καὶ ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διήγαγε δὲ καὶ τὸν υἱὸν αὐτοῦ ἐν πυρὶ, τέθυκε γὰρ τοῖς δαιμονίοις αὐτόν.» Γέγραπται δὲ οὕτω καὶ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «Καὶ οὐκ ἐποίησεν εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου τοῦ Θεοῦ αὐτοῦ πιστῶς ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διήγαγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐθυμίασεν ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας· καὶ Φακεὲ υἱὸς Ῥωμελίου καὶ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον· καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν·» καὶ μεθ' ἔτερα· «Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θεγλαφαλαασὰρ βασιλέα Ἀσσυρίων λέγων· Δοῦλός σου, καὶ υἱός σου ἐγώ. Ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ. Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου, καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ παρεγένετο εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκησεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν. Οὐκοῦν πρῶτον μὲν Ὀζίας ὁ καὶ Ἀζαρίας ἐκπεπόρθηκε τοὺς ἀλλοφύλους, πᾶσάν τε αὐτῶν καταδῃώσας τὴν γῆν, δασμοὺς ἐκομίζετο καὶ τέλη. Δεύτερος δὲ μετὰ τοῦτον ὁ Ἄχαζ κατεμισθοῦτο τὸν Ἀσσύριον, καὶ ἐπαφῆκεν αὐτοῖς· ὃς καὶ πᾶσαν ἐξαναστήσας τὴν Παλαιστινῶν χώραν, αὐτοὺς γὰρ εἶναί φησι τοὺς ἀλλοφύλους, ἀπεκόμισεν αἰχμαλώτους εἰς τὴν ἑαυτοῦ, τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους. Ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Ἄχαζ, ἀνεσκίρτησαν ἐπὶ τούτῳ τῶν ἀλλοφύλων αἱ πόλεις, ὡς ἐκ ποδῶν γεγονότος τοῦ καταπαίοντος αὐτοὺς, καὶ δυσφόρητον ὥσπερ τὸν τῆς πλεονεξίας ἐπιτιθέντος ζυγόν. Ἠσθενηκότες γὰρ ἅπαξ, καὶ πεπορθημένοι διὰ τῆς Ἀσσυρίων χειρὸς, κατεπικραίνοντο μὲν ἐπὶ τῷ Ἄχαζ, ἀμύνασθαί τε μὴν οὐκ ἦσαν ἱκανοί.» Ὦ τοίνυν ἀλλόφυλοι, φησὶν, ἐπειδὴ καθά φατε καὶ νομίζετε, τετελευτηκότος τοῦ Ἄχαζ, συνετρίβη λοιπὸν ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, τοῦτ' ἔστι, τοῦ συντρίβοντος, ἐπὶ τούτῳ μὴ εὐφρανθείητε. Καίτοι φαίη τις ἂν, ὡς εἰδωλολάτρης ὁ Ἄχαζ ἦν βέβηλός τε καὶ θεομισής· εἶτα πῶς ἀνακόπτει Θεὸς τὸν ἐπ' αὐτῷ γέλωτα τῶν δι' ἐναντίας; Οὐκοῦν οὐ κατ' ἐκείνου που πάντως ἦν ὁ γέλως· ἀλλ' εἴπου τι