Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.41
Not analysed yet
ἑλέσθαι δρᾷν τοῖς Ἰουδαίων δήμοις συμβουλεύει, λέγων· «Λούσασθε, καθαροὶ γένεσθε·» τοῦτ' ἔστιν, ἀπονίψασθε τὴν κηλῖδα, δικαιοῦντος ἡμᾶς ἐξ ἡμερότητος καὶ φιλανθρωπίας τοῦ παρ' ὑμῶν ὑβρισμένου. Εὑρίσκομεν δὲ καὶ τὸν θεσπέσιον Πέτρον ἐπιπλήττοντα μὲν αὐτοῖς ὡς ἀπεκτονόσι τὸν τῆς ζωῆς ἀρχηγὸν, καὶ αἰτήσασιν ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς, τοῦτ' ἔστι τὸν Βαραβάμ. Πλὴν διανίστανται πρὸς μετάγνωσιν· ἔφη γάρ· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι καὶ τοῖς τέκνοις ὑμῶν.» Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Ἀπόχρη μὲν πρὸς ἀπόνιψιν ἁμαρτίας τὸ σωτήριον καὶ ἅγιον βάπτισμα, καὶ τὴν τῶν ἤδη προεπταισμένων διασμήχει κηλῖδα. Χρῆναι δέ φημι τοὺς ἅπαξ ἡγιασμένους, καθαρὰς καὶ ἀμώμους, ὡς ἂν οἷοί τε εἶεν, τὰς ἑαυτῶν φυλάττειν ψυχὰς καὶ διαμεμνῆσθαι μὲν τοῦ λέγοντος· «Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν.» Καὶ πάλιν· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Πλεῖσται μὲν ὅσαι πρὸς τὰ αἰσχίω βλέπουσαι τὴν τοῦ ἀνθρώπου ψυχὴν κατασείουσιν ἡδοναὶ, καὶ πρό γε τῶν ἄλλων, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἔμφυτός τε καὶ ἀγριαίνων νόμος· εἶτα πρὸς τούτοις διαλογισμοὶ πονηροὶ, πρὸς πᾶν εἶδος φαυλότητος οὐκ ἀγεννῶς καταβροχιζόμενοι τὸν ἐν ἡμῖν ὄντα νοῦν. Δεῖ δὴ οὖν τῶν τοιούτων ἁπάντων ἀπέχεσθαι κακῶν τοὺς βεβαπτισμένους, καὶ τὰς πονηρίας ἀφελεῖν ἀπὸ τῆς ἰδίας ψυχῆς· καὶ οὔτι μόνον ἐν ὀφθαλμοῖς ἀνθρώπων, ἀλλὰ καὶ ἐν ὀφθαλμοῖς μάλιστα τοῦ πάντα εἰδότος τε καὶ ἐφορῶντος Θεοῦ. Ὑποπλάττονται μὲν γὰρ ἔσθ' ὅτε τὸ εἶναι χρηστοὶ, καὶ τὴν τῆς ἐπιεικείας δόκησιν παρακλέπτοντες, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες, κατὰ τὸ γεγραμμένον. Καὶ περὶ παντὸς, οἶμαι, τοιούτου τὸν τῶν ὅλων Θεὸν, διὰ φωνῆς Ἱερεμίου προφήτου λέγειν· «Τῷ στόματι αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.» Καὶ μὴν καὶ φωνῆς τοῦ Δαβίδ· «Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.» Ἀλλ' εἰ καὶ πᾶσαν ποιοῖντο σπουδὴν εἴς γε τὸ δεῖν δύνασθαι λαθεῖν, ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Οἶδεν γὰρ, οἶδεν καρδίαν καὶ νεφρούς. Ὁ δὲ ἀληθῶς ἀγαθὸς τοιοῦτος ἔσται μετὰ Θεοῦ καὶ ἀνθρώπων, ὡς γὰρ ὁ Παῦλος φησίν· «Προνοούμενοι καλὰ ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.» Μέγα τοίνυν τὸ ἐξᾶραι τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν τοῦ Θεοῦ. Καὶ τάχα που τοιοῦτός τις ἦν ὁ Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Χριστός· «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.» Παύσασθε, φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, τοῦτ' ἔστι, καταλείπετε τῆς συντρόφου τε ὑμῖν καὶ ἐντριβοῦς δυστροπίας, μεταστήσατε πρὸς τὰ ἀμείνω τὴν ἑαυτῶν δυς-