Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.409
Not analysed yet
τῆς Μωαβιτῶν, προσδοκήσασα τάχα που, ὅτι καὶ αὐτοὶ κατὰ καιροὺς ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος. Ἔσται δὲ οὐχὶ τοῦτο. Πόθεν; Ἤρθη γὰρ ἡ συμμαχία σου· καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας, φησὶ, τῆς Μωαβιτῶν ἡγούμενος, ὁ δεινὸς καὶ ὑπέροπτος, καὶ ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστηκότας, ᾤχετο καὶ ἀπόλωλεν. Ἤρθη γὰρ, καὶ ἐκ μέσου γέγονεν. Διδάσκει δὲ διὰ τούτων, ὅτι προσανῄρηται τοῖς Μωαβίταις, καὶ ἡ τοῦ δύνασθαί ποτε κρατῆσαι πάλιν αὐτοὺς ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ἐκ γῆς ὁλόῤῥιζοι, φησὶν, ὀλοῦνται· θείου δὲ ὅλως ἐπιπηδῶντος θυμοῦ, ποῖον ἔσται τῶν πεπονθότων λείψανον; Ἢ τίς ὁ ἀναστῆσαι δυνάμενος, Θεοῦ καταστρέψοντος; Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐκζητῶν κρῖμα, καὶ σπεύδων δικαιοσύνην. Ἐν τούτοις σαφῶς ἐπαγγέλλεται τὸ ἀπαλλαχθήσεσθαι κατὰ καιροὺς τὸν Ἰσραὴλ, τῆς ἀφορήτου ταλαιπωρίας, καὶ τῶν ἐκ τῆς αἰχμαλωσίας κακῶν. Κύρου γὰρ ἑλόντος τὴν Βαβυλωνίων ἀνέθη μὲν ὁ Ἰσραὴλ, ἀνεκομίσθη δὲ κατοικτείροντος Θεοῦ εἰς τὴν ἁγίαν πόλιν, ἡγουμένων Ζωροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα καὶ Δαβὶδ, καὶ μέν τοι καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ὁ τοίνυν θρόνος, φησὶ, τοῦτ' ἔστιν, ἡ παρὰ τοῖς Ἰουδαίοις βασιλεία, διορθωθήσεται μετὰ ἐλέους, τοῦτ' ἔστιν, εἰς τὴν οἰκείαν ἐπανήξει τάξιν, κατοικτείροντος Θεοῦ. Καθιεῖται δὲ πάλιν ἐπ' αὐτοῦ μετ' ἀληθείας ἐν σκηνῇ Δαβὶδ, κρίνων καὶ ἐπιζητῶν κρῖμα. Καὶ σκηνὴν, ὡς ἔοικεν, ὀνομάζει τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς ἐδίκαζον, ἐννόμως αὐτοὺς τοὺς τῆς βασιλείας διέποντας θάκους. Καὶ τό γε ἧκον εἰς τὸ Θεῷ δοκοῦν, ἐπιμεληταὶ δικαιοσύνης γεγόνασιν, εἰ καὶ τῆς ἀρετῆς διημαρτήκασί τινες, ἀπονενευκότες ἐπὶ τὰ χείρω. Ἰστέον δὲ ὅτι μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον, οὐκέτι διῃρημένως κατῳκήκασιν οἱ ἐξ Ἰσραὴλ, ὡς εἶναι μὲν ἐν τῇ Σαμαρείᾳ τὰς δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, βασιλεύοντος ἐπ' αὐτοῖς τινος, ἐν δὲ τοῖς Ἱεροσολύμοις τὴν Ἰούδα φυλὴν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, πάλιν ἑτέρου καὶ ἰδικῶς βασιλεύοντός τινος ἐπ' αὐτῶν, ἀλλ' εἰς μίαν συνενεχθέντες διάνοιαν, κατῳκήκασιν ὁμοῦ τὰ Ἱεροσόλυμα, ἕνα λοιπὸν χρίοντες βασιλέα. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα. Πλὴν ὑπισχνεῖται Θεὸς τοῦ παρὰ τοῖς Ἰουδαίοις θρόνου τὴν ἐπανόρθωσιν, μονονουχὶ κατονειδίζων τὴν Μωάβ. Πεφλυάρηκε μὲν λέγουσα, ὅτι Πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών. Ἀλλά σοι μὲν, φησὶ, τοῦτο κἀκεῖνο συμβήσεται πλατὺ γελώσῃ κατὰ τῶν ἐξ Ἰσραήλ. Τοὺς δὲ πάντη τε καὶ πάντως ἐλεήσει Θεὸς, καὶ ἀνήσει μὲν τῶν συμβεβηκότων· ἀποκαταστήσει δὲ πρὸς τὸ ἐν ἀρχαῖς τὴν παρ' αὐτοῖς βασιλείαν ἐπανορθῶσαι. Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Προαναφωνήσας εὖ μάλα τὴν ἐκ τῆς αἰχμαλωσίας