Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.412
Not analysed yet
ἐπάνοδον τῶν ἐξ Ἰσραὴλ, καὶ ὅτι πάλιν ἀναφοίτησις ἔσται πρὸς τὸ ἀρχαῖον τῆς παρ' αὐτοῖς ἀρχῆς, ἤγουν βασιλείας, ἐπάνεισι πάλιν ἐπὶ τὴν Μωὰβ, καὶ μεθίστησιν ἐπ' αὐτοὺς τὸν λόγον. Εἴρηται δὲ ὥσπερ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, τὸ, Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα. Συναινοῦσι γὰρ διὰ τούτων, ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὀφειλομένην τε καὶ πρέπουσαν αὐτοῖς ἐπενεγκόντι τὴν τιμωρίαν. Ἀκηκοέναι δέ φασι τὴν ὕβριν Μωὰβ, πρῶτον μὲν τὴν ἀρχαιοτάτην ἐκείνην ἰστορίαν οὐκ ἠγνοηκότες, ἣν ὁ θεσπέσιος ἀφηγεῖται Μωσῆς. Ὡς γὰρ φθάσαντες εἴπομεν, κατεμισθοῦτο τὸν Βαλαὰμ ὁ Βαλάκ· Δεῦρο, λέγων, ἐπάρασαί μοι τὸν Ἰσραήλ. Πλεῖστα δὲ ὅσα πρὸς τοῦτο πέπρακται κατὰ καιροὺς παρὰ τῆς Μωαβιτῶν ὑπεροψίας τῇ τοῦ Θεοῦ μαχόμενα δόξῃ. Τὴν ὑπερηφανίαν ἐξῆρα. Τῶν ἁγίων προφητῶν ἐναργέστατα διωμολογηκότων, ἀκηκοέναι τε τὴν ὕβριν Μωὰβ, εἰδέναι τε ὅτι καὶ σφόδρα ἐστὶν ὑβριστὴς, ἀνταποκρίνεται Θεὸς καί φησι· Τὴν ὑπερηφανίαν ἐξῆρα· τοῦτ' ἔστιν, οὐχ ὑπέροπτον ἁπλῶς οὖσαν τὴν Μωὰβ, ἀλλ' οἷον αὐτὸ χρῆμα γενομένην ὑπεροψίαν ἐκ μέσου γενέσθαι παρεσκεύασα. Πολεμῶ γὰρ ὑπερηφάνοις, καὶ μάχομαι τοῖς οὐ μέτρια φρονεῖν ᾑρημένοις, εἰκῆ δὲ μᾶλλον ἐξογκουμένοις, καὶ ὑψοῦ τὴν ὀφρὺν ἀνατείνουσι, καὶ τῆς ἑαυτῶν φύσεως ἠγνοηκόσι τὴν ἀσθένειαν. Γέγραπται δὲ, ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται. Διδάσκων δὲ ὅτι κολάζει δικαίως, καὶ οὐ μάτην ἁπλῶς ἐπάγει τὰς δίκας, καταγορεύει τῆς Μωὰβ ὡς ἀφορήτως νοσούσης τὴν ὑπεροψίαν. Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ἐξῆρα μὲν οὐκ ἐγὼ τὴν ὑπερηφανίαν σου, φησὶ, τοῦτ' ἔστιν, ἐξέκοψα τὴν Μωὰβ, ἀλλ' οὐ ταῦτά σοι προήγγελλον αἱ παρὰ σοῦ* ἁμαρτίαι. Ἐπηγγέλλοντο γὰρ ψευδοεποῦντες οἱ μάντεις, ὅτι καὶ κρείττων ἔσῃ τῆς τοῦ πολέμου προσβολῆς, καὶ νικήσεις εὐπετῶς τοὺς ἀνθεστηκότας, καὶ ἀνάλωτος ἔσῃ τοῖς ἐχθροῖς, καὶ ἡττωμένοις ἐπιτωθάσεις. Ἀλλ' οὐχ οὕτως αὐτ' ἔχει, πολλοῦ γε καὶ δεῖ. Μᾶλλον γὰρ ἐξέβη πρὸς τὸ ἐναντίον, καὶ οὐ κατ' ἐλπίδα σὴν, τῶν πραγμάτων τὸ πέρας. Παγχάλεπον οὖν καὶ ἐπιζήμιον ἀληθῶς, τὸ τοῖς τῶν διαπαιζόντων προσέχειν λόγοις, καὶ ταῖς τῶν γοητῶν ἀποκομίζεσθαι φωναῖς, εἰς ἐλπίδας οὐκ ἐκβησομένας. Ὀλολύξει Μωάβ. Ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι Δεσὲθ μελετήσεις. Ὅτι μὴ οὕτως ἐκβέβηκεν ἡ μαντεία, καθὰ προσεδόκησαν, ἀλλ' ἑτεροτρόπως, καὶ εἰς πᾶν τοὐναντίον, διαδείκνυσι σαφῶς, λέγων· Ὀλολύξει Μωὰβ, καίτοι τῆς μαντείας, ἤγουν τῇ τῶν μάγων τέχνῃ κεχρῆσθαι μεμελετηκότων οὐκ ὀλολύξειν αὐτὴν προηγορευκότων, ἀλλὰ γὰρ ἐπαλαλάξειν ἀπολωλόσιν ἐχθροῖς καὶ ἐπορχήσασθαι κειμένοις. Οὐκοῦν ἅπαντες, φησὶν, οἱ ἐν τῆ Μωαβίτιδι κατολολύξουσι· καὶ μελέτησις ἔσται τοῖς